DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
71

ἐπεὶ δὲ καὶ τῶν μελεαγρίδων Μηνόδοτος ἐμνήσθη, λέξομέν τι καὶ ἡμεῖς περὶ αὐτῶν. Κλύτος Μιλήσιος, Ἀριστοτέλους δὲ μαθητής, ἐν τῷ αʹ περὶ Μιλήτου γράφει περὶ αὐτῶν οὕτως· περὶ δὲ τὸ ἱερὸν τῆς Παρθένου ἐν Λέρῳ εἰσὶν οἱ καλούμενοι ὄρνιθες μελεαγρίδες. δὲ τόπος ἐστὶν ἑλώδης ἐν τρέφονται. ἐστὶ δὲ ἄστοργον πρὸς τὰ ἔκγονα τὸ ὄρνεον καὶ ὀλιγωρεῖ τῶν νεωτέρων, ὥστε ἀνάγκη τοῖς ἱερεῦσιν ἐπιμελεῖσθαι αὐτῶν. ἔχει δὲ τὸ μὲν μέγεθος ὄρνιθος γενναίου, τὴν δὲ κεφαλὴν μικρὰν πρὸς τὸ σῶμα καὶ ταύτην ψιλήν, ἐπʼ αὐτῆς δὲ λόφον σάρκινον, σκληρόν, στρογγύλον, ἐξέχοντα τῆς κεφαλῆς ὥσπερ πάτταλον, καὶ τὸ χρῶμα ξυλοειδῆ, πρὸς δὲ ταῖς γνάθοις ἀπὸ τοῦ στόματος ἀρξαμένην ἀντὶ πώγωνος μακρὰν σάρκα καὶ ἐρυθροτέραν τῶν ὀρνίθων. τὴν δὲ τοῖς ὄρνισιν ἐπὶ τῷ ῥύγχει γινομένην, ἣν ἔνιοι πώγωνα καλοῦσιν, οὐκ ἔχει· διὸ καὶ ταύτῃ κολοβόν ἐστιν. ῥύγχος δὲ ὀξύτερον καὶ μεῖζον ὄρνις ἔχει. τράχηλος μέλας, παχύτερος καὶ βραχύτερος τῶν ὀρνίθων. τὸ δὲ σῶμα ἅπαν ποικίλον, μέλανος ὄντος τοῦ χρώματος ὅλου, πτίλοις λευκοῖς καὶ πυκνοῖς διειλημμένου οὐ μείζοσιν φακῶν. οὗτοι δʼ εἰσὶν ἐν ῥόμβοις οἱ κυκλίσκοι ἧσσον μέλασι τοῦ ὅλου χρώματος· διὸ καὶ ποικιλίαν τινὰ οἱ ῥόμβοι παρέχονται, τοῦ μὲν μέλανος ἔχοντες λευκότερον τὸ χρῶμα, τοῦ δὲ λευκοῦ πολὺ μελάντερον. τὸ δὲ κατὰ τὰς πτέρυγας αὐταῖς πεποίκιλται λευκῷ πριονώδεσιν σχήμασιν πυρώδεσιν καὶ παρʼ ἄλληλα κειμένοις. σκέλη δὲ ἄκεντρα ὅμοια τοῖς ὀρνιθίοις. παραπλήσιαι δʼ εἰσὶν αἱ θήλειαι τοῖς ἄρρεσιν· διὸ καὶ δυσδιάκριτόν ἐστι τὸ τῶν μελεαγρίδων γένος. τοσαῦτα καὶ περιπατητικὸς φιλόσοφος περὶ τῶν μελεαγρίδων ἱστόρησεν.
Kaibel Index Scriptorum
CLYTVS

ANTIPHANES
Kaibel Dialogi Personae
VLPIANVS

Meineke Index Scriptorum
Clytus

Antiphanes

Alignment

 

Digital Athenaeus Project     Creative Commons License