DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
7

πολλῶν οὖν πολλάκις ὄντων τῶν ἀκροαμάτων καὶ τῶν αὐτῶν οὐκ αἰεί, ἐπειδὴ πολλοὶ περὶ αὐτῶν ἐγίνοντο λόγοι, τὰ ὀνόματα τῶν εἰπόντων παραλιπὼν τῶν πραγμάτων μνησθήσομαι. περὶ μὲν γὰρ αὐλῶν μέν τις ἔφη τὸν Μελανιππίδην καλῶς ἐν τῷ Μαρσύᾳ διασύροντα τὴν αὐλητικὴν εἰρηκέναι περὶ τῆς Ἀθηνᾶς· μὲν Ἀθάνα τὤργανʼ ἔρριψέν θʼ ἱερᾶς ἀπὸ χειρὸς εἶπέ τʼ ἔρρετʼ αἴσχεα, σώματι λύμα, ἐμὲ δʼ ἐγὼ κακότατι δίδωμι. πρὸς ὃν ἀντιλέγων ἄλλος ἔφη· ἀλλʼ γε Σελινούντιος Τελέστης τῷ Μελανιππίδῃ ἀντικορυσσόμενος ἐν Ἀργοῖ ἔφη δὲ λόγος ἐστὶ περὶ τῆς Ἀθηνᾶς —· ὃν σοφὸν σοφὰν λαβοῦσαν οὐκ ἐπέλπομαι νόῳ δρυμοῖς ὀρείοις ὄργανον δίαν Ἀθάναν δυσόφθαλμον αἶσχος ἐκφοβηθεῖσαν αὖθις ἐκ χερῶν βαλεῖν, νυμφαγενεῖ χειροκτύπῳ φηρὶ Μαρσύᾳ κλέος. τί γάρ νιν εὐηράτοιο κάλλεος ὀξὺς ἔρως ἔτειρεν, παρθενίαν ἄγαμον καὶ ἄπαιδʼ ἀπένειμε Κλωθώ; ὡς οὐκ ἂν εὐλαβηθείσης τὴν αἰσχρότητα τοῦ εἴδους διὰ τὴν παρθενίαν. ἑξῆς τέ φησι· ἀλλὰ μάταν ἀχόρευτος ἅδε ματαιολόγων φάμα προσέπταθʼ Ἑλλάδα μουσοπόλων σοφᾶς ἐπίφθονον βροτοῖς τέχνας ὄνειδος. μετὰ ταῦτα δὲ ἐγκωμιάζων τὴν αὐλητικὴν λέγει· ἃν συνεριθοτάτον Βρομίῳ παρέδωκε, σεμνᾶς δαίμονος ἀερόεν πνεῦμʼ αἰολοπτερύγων σὺν ἀγλαᾶν ὠκύτατι χειρῶν. κομψῶς δὲ κἀν τῷ Ἀσκληπιῷ Τελέστης ἐδήλωσε τὴν τῶν αὐλῶν χρείαν ἐν τούτοις· Φρύγα καλλιπνόων αὐλῶν ἱερῶν βασιλῆα, Λυδὸν ὃς ἥρμοσε πρῶτος Δωρίδος ἀντίπαλον μούσης νόμον, αἰολον ὀρφναι πνεύματος εὔπτερον αὔραν ἀμφιπλέκων καλάμοις.
Kaibel Dialogi Personae
ANONYMI

MYRTILVS
Meineke Index Scriptorum
Telestes

Melanippides

Alignment

 

Digital Athenaeus Project     Creative Commons License