DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
69

ἐπεὶ δὲ πολλάκις ὑμῖν εἴρηται περί τε κρεῶν καὶ ὀρνίθων καὶ περιστεριδίων, ἔρχομαι κἀγὼ λέξων ὅσα ἐκ πολυαναγνωσίας εὑρεῖν ἠδυνήθην παρὰ τὰ προειρημένα ΠΕΡΙΣΤΕΡΙΟΝ οὕτως ἔστιν εὑρεῖν εἰρημένον παρὰ Μενάνδρῳ ἐν Παλλακῇ· μικρὸν ἐπιμείνας προστρέχει, ἠγόρακά σοι περιστέρια ταδί λέγων. ὁμοίως Νικόστρατος Ἅβρᾳ· ταῦτʼ ἀξιῶ· τοὐρνιθάριον, τὸ περιστέριον, τὸ γάστριον. Ἀναξανδρίδης ἐν Ἀντέρωτι· περιστέρια γὰρ εἰσάγων καὶ στρουθία. Φρύνιχος Τραγῳδοῖς· περιστέριον δʼ αὐτῷ τι λαβὲ τριωβόλου. ΦΑΣΙΑΝΙΚΟΣ. Πτολεμαῖος βασιλεὺς ἐν τῷ δωδεκάτῳ τῶν Ὑπομνημάτων περὶ τῶν ἐν Ἀλεξανδρείᾳ βασιλείων λέγων καὶ περὶ τῶν ἐν αὐτοῖς ζῴων τρεφομένων φησίν· τά τε τῶν φασιανῶν, οὓς τετάρους ὀνομάζουσιν, οὓς οὐ μόνον ἐκ Μηδίας μετεπέμπετο, ἀλλὰ καὶ νομάδας ὄρνιθας ὑποβαλὼν ἐποίησε πλῆθος, ὥστε καὶ σιτεῖσθαι· τὸ γὰρ βρῶμα πολυτελὲς ἀποφαίνουσιν. αὕτη τοῦ λαμπροτάτου βασιλέως φωνή, ὃς οὐδὲ φασιανικοῦ ὄρνιθός ποτε γεύσασθαι ὡμολόγησεν, ἀλλʼ ὥσπερ τι κειμήλιον ἀνακείμενον εἶχε τούσδε τοὺς ὄρνιθας. εἰ δὲ ἑωράκει ὡς ἡμῶν ἑκάστῳ εἷς ἐστι παρακείμενος χωρὶς τῶν ἤδη κατανηλωμένων, προσαναπεπληρώκει ἂν ταῖς πολυθρυλήτοις ἱστορίαις τῶν Ὑπομνημάτων τούτων ταῖς εἰκοσιτέσσαρσιν καὶ ἄλλην μίαν. Ἀριστοτέλης δὲ Θεόφραστος ἐν τοῖς Ὑπομνήμασι τῶν φασιανῶν, φησίν, οὐ κατὰ λόγον ὑπεροχὴ τῶν ἀρρένων, ἀλλὰ πολλῷ μείζων.
Kaibel Dialogi Personae
VLPIANVS

MASVRIVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License