DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
67

ΙΣΧΑΔΕΣ. σφόδρα τῶν ἰσχάδων ἐθαυμάζοντο αἱ Ἀττικαί. Δίνων γοῦν ἐν τοῖς Περσικοῖς φησιν· παρετίθεντο δʼ ἐπὶ τῆς τραπέζης τῆς βασιλέως ὅσα γῆ βρώματα φέρει ἧς ἄρχει βασιλεύς, ἀφʼ ἑκάστου ὅσον ἀπαρχήν. ξενικῷ δὲ οὐδενὶ οὔτε βρώματι οὔτε ποτῷ ᾤετο δεῖν Ξέρξης τοὺς βασιλεῖς χρῆσθαι· ὅθεν καὶ νόμος τις ὕστερον ἐγένετο. εἰσενέγκαντος γάρ ποτε τῶν εὐνούχων τινὸς ἐν τοῖς λοιποῖς τραγήμασιν ἰσχάδας Ἀττικάς, ἐρωτῆσαι ποταπαὶ εἶεν. ἐπεὶ δὲ ἐπύθετο ἐξ Ἀθηνῶν, τοῖς ἀγορασταῖς ἀπηγόρευεν ὠνεῖσθαι, ἕως ἂν ἐξουσία γένηται αὑτῷ λαμβάνειν ὅταν ἐθέλῃ καὶ μὴ ἀγοράζειν. λέγεται δὲ τὸν εὐνοῦχον ἐπίτηδες τοῦτο ποιῆσαι, ἵνα αὐτὸν ὑπομνήσῃ τῆς ἐπὶ τὰς Ἀθήνας στρατείας. Ἄλεξις δʼ ἐν Κυβερνήτῃ φησίν· εἰσέβαινον ἰσχάδες, τὸ παράσημον τῶν Ἀθηνῶν, καὶ θύμου δέσμαι τινές. Λυγκεὺς δὲ ἐν τῇ πρὸς τὸν κωμικὸν Ποσείδιππον Ἐπιστολῇ ἐν τοῖς τραγικοῖς, φησίν, πάθεσιν Εὐριπίδην νομίζω Σοφοκλέους οὐδὲν διαφέρειν· ἐν δὲ ταῖς ἰσχάσι τὰς Ἀττικὰς τῶν ἄλλων πολὺ προέχειν. κἀν τῇ πρὸς Διαγόραν δὲ Ἐπιστολῇ γράφει οὕτως· δὲ γῆ ταῖς μὲν χελιδονείοις ἰσχάσιν ἀντιπαρατιθεῖσα τὰς Βρυγινδαρίδας καλουμένας, τῷ μὲν ὀνόματι βαρβαριζούσας, ταῖς δὲ ἡδοναῖς οὐδὲν ἧττον ἐκείνων ἀττικιζούσας. Φοινικίδης δʼ ἐν Μισουμένῃ φησίν· μύρτων λέγουσιν καὶ μέλιτος ἐγκώμια καὶ τῶν προπυλαίων καὶ τέταρτον ἰσχάδων. τούτων ἐγευσάμην καταπλεύσας εὐθέως καὶ τῶν προπυλαίων, κοὐδὲν ἦν τούτων ὅλως πρὸς ἀτταγῆνα συμβαλεῖν τῶν βρωμάτων. ἐν τούτοις τηρητέον καὶ τὴν τοῦ ἀτταγῆνος μνήμην. Φιλήμων δʼ ἐν τῷ περὶ τῶν Ἀττικῶν Ὀνομάτων Αἰγιλίδας φησὶν εἶναι τὰς καλλίστας ἰσχάδας· Αἴγιλα δʼ εἶναι δῆμον τῆς Ἀττικῆς ἀπὸ Αἰγίλου τινὸς ἥρωος ὠνομασμένον· χελιδονίας δὲ καλεῖσθαι τὰς ἐρυθρομελαίνας ἰσχάδας. Θεόπομπος δʼ Εἰρήνῃ τὰς Τιθρασίας ἐπαινῶν ἰσχάδας φησὶν οὕτως· μᾶζαι, πλακοῦντες, ἰσχάδες Τιθράσιαι. οὕτω δὲ ἦσαν περισπούδαστοι πᾶσιν ἀνθρώποις αἱ ἰσχάδες ὄντως γὰρ κατὰ τὸν Ἀριστοφάνην οὐδὲν γὰρ ὄντως γλυκύτερον τῶν ἰσχάδων ὡς καὶ Ἀμιτροχάτην τὸν τῶν Ἰνδῶν βασιλέα γράψαι Ἀντιόχῳ ἀξιοῦντα, φησὶν Ἡγήσανδρος, πέμψαι αὐτῷ γλυκὺν καὶ ἰσχάδας καὶ σοφιστὴν ἀγοράσαντα. καὶ τὸν Ἀντίοχον ἀντιγράψαι· ἰσχάδας μὲν καὶ γλυκὺν ἀποστελοῦμέν σοι, σοφιστὴν δʼ ἐν Ἕλλησιν οὐ νόμιμον πωλεῖσθαι. ὅτι δὲ καὶ πεφωσμένας ἰσχάδας ἤσθιον Φερεκράτης δείκνυσιν ἐν Κοριαννοῖ λέγων οὕτως· ἀλλʼ ἰσχάδας μοι πρόελε τῶν πεφωσμένων. καὶ μετʼ ὀλίγα δέ· οὐκ ἰσχάδας οἴσεις τῶν μελαινῶν; μανθάνεις, ἐν τοῖς Μαριανδυνοῖς ἐκείνοις βαρβάροις χύτρας καλοῦσι τὰς μελαίνας ἰσχάδας. οἶδα δὲ καὶ Πάμφιλον εἰρηκότα πρόκνιδας γένος ἰσχάδων.
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License