DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
65

ΦΟΙΝΙΚΕΣ Ξενοφῶν μὲν ἐν βʹ Ἀναβάσεώς φησιν· ἐν δὲ σῖτος πολὺς καὶ οἶνος φοινίκων καὶ ὄξος καὶ ἑψητὸν ἀπὸ τῶν αὐτῶν. αὐταὶ δὲ αἱ βάλανοι τῶν φοινίκων οἵας μὲν ἐν τοῖς Ἕλλησιν ἔστιν ἰδεῖν τοῖς οἰκέταις ἀπέκειντο· αἱ δὲ τοῖς δεσπόταις ἀποκείμεναι ἦσαν ἀπόλεκτοι, θαυμάσιοι τὸ κάλλος καὶ τὸ μέγεθος, δὲ ὄψις ἠλέκτρου οὐδὲν διέφερεν· τὰς δέ τινας ξηραίνοντες τραγήματα παρετίθεντο. καὶ ἦν παρὰ πότον ἡδὺ μέν, κεφαλαλγὲς δέ. Ἡρόδοτος δʼ ἐν τῇ αʹ περὶ Βαβυλῶνος λέγων φησίν· εἰσὶ δʼ αὐτόθι φοίνικες πεφυκότες ἀνὰ πᾶν τὸ πεδίον, οἱ πλεῦνες αὐτῶν καρποφόροι, ἐκ τῶν καὶ σιτία καὶ οἶνον καὶ μέλι ποιέονται· τοὺς συκέων τρόπον θεραπεύουσιν. τῶν γὰρ φοινίκων οὓς ἔρσενας καλέουσι, τούτων τὸν καρπὸν περιδέουσι τῇσι βαλανηφόροισι τῶν φοινίκων, ἵνα τε πεπαίνῃ σφιν ψὴν τὴν βάλανον ἐνδύνων καὶ μὴ ἀπορρείῃ καρπὸς τοῦ φοίνικος. ψῆνας γὰρ δὴ φορέουσιν ἐν τῷ καρπῷ οἱ ἔρσενες καθάπερ οἱ ὄλονθοι. τὰ παραπλήσια τοῖς περὶ τὸν Ἡρόδοτον ἱστορεῖ περὶ τοῦ ἐν Λιβύῃ καλουμένου λωτοῦ αὐτόπτης γενόμενος Μεγαλοπολίτης Πολύβιος ἐν τῇ ιβʹ τῶν Ἱστοριῶν λέγων οὕτως· ἐστὶ δὲ τὸ δένδρον λωτὸς οὐ μέγα, τραχὺ δὲ καὶ ἀκανθῶδες, ἔχει δὲ φύλλον χλωρὸν παραπλήσιον τῇ ῥάμνῳ, μικρὸν βαθύτερον καὶ πλατύτερον. δὲ καρπὸς τὰς μὲν ἀρχὰς ὅμοιός ἐστιν καὶ τῇ χρόᾳ καὶ τῷ μεγέθει ταῖς λευκαῖς μυρτίσι ταῖς τετελειωμέναις, αὐξανόμενος δὲ τῷ μὲν χρώματι γίνεται φοινικοῦς, τῷ δὲ μεγέθει ταῖς γογγύλαις ἐλαίαις παραπλήσιος, πυρῆνα δὲ ἔχει τελέως μικρόν. ἐπὰν δὲ πεπανθῇ, συνάγουσι καὶ τὸν μὲν τοῖς οἰκέταις μετὰ χόνδρου κόψαντες σάττουσιν εἰς ἀγγεῖα, τὸν δὲ τοῖς ἐλευθέροις ἐξελόντες τὸν πυρῆνα συντιθέασιν ὡσαύτως καὶ σιτεύονται τοῦτον. ἐστὶ δὲ τὸ βρῶμα παραπλήσιον σύκῳ καὶ φοινικοβαλάνῳ, τῇ δὲ εὐωδίᾳ βέλτιον. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτοῦ βρεχομένου καὶ τριβομένου διʼ ὕδατος, κατὰ μὲν τὴν γεῦσιν ἡδὺς καὶ ἀπολαυστικός, οἰνομέλιτι χρηστῷ παραπλήσιος, χρῶνται χωρὶς ὕδατος· οὐ δύναται δὲ πλέον δέκα μένειν ἡμερῶν, διὸ καὶ ποιοῦσι κατὰ βραχὺ πρὸς τὴν χρείαν. ποιοῦσι δὲ καὶ ὄξος ἐξ αὐτῶν.
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License