DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
64

ΡΟΩΝ. ... δὲ σκληροκόκκων. τῶν γὰρ ἀπυρήνων Ἀριστοφάνης ἐν Γεωργοῖς μνημονεύει. καὶ ἐν Ἀναγύρῳ· πλὴν ἀλεύρου καὶ ῥόας. καὶ ἐν Γηρυτάδῃ Ἕρμιππος δʼ ἐν Κέρκωψί φησιν· ἤδη τεθέασαι κόκκον ἐν χιόνι ῥόας; (ῥοίδιον μέντοι ὡς βοίδιον τὸ ὑποκοριστικόν.) Ἀντιφάνης ἐν Βοιωτίᾳ· ἐνεγκεῖν ἐξ ἀγροῦ μοι τῶν ῥοιῶν τῶν σκληροκόκκων. Ἐπίλυκος Κωραλίσκῳ· μῆλα καὶ ῥόας λέγεις. Ἄλεξις Μνηστῆρσιν· ῥόαν γὰρ ἐκ τῆς χειρὸς αὐτῶν ... σίδας δʼ ὅτι τὰς ῥοιὰς καλοῦσι Βοιωτοὶ Ἀγαθαρχίδης ἐν τῇ ἐννεακαιδεκάτῃ τῶν Εὐρωπιακῶν οὕτως γράφει· ἀμφισβητούντων Ἀθηναίων πρὸς Βοιωτοὺς περὶ τῆς χώρας ἣν καλοῦσι Σίδας, Ἐπαμινώνδας δικαιολογούμενος ἐξαίφνης ἐκ τῆς ἀριστερᾶς μεταλαβὼν κεκρυμμένην ῥόαν καὶ δείξας ἤρετο τί καλοῦσι τοῦτο. τῶν δʼ εἰπόντων ῥόαν, ἀλλʼ ἡμεῖς, εἶπε, σίδαν (ὁ δὲ τόπος τοῦτʼ ἔχει τὸ φυτὸν ἐν αὑτῷ πλεῖστον, ἀφʼ οὗ τὴν ἐξ ἀρχῆς εἴληφε προσηγορίαν) καὶ ἐνίκησεν. (Μένανδρος δʼ ἐν Αὑτὸν Τιμωρουμένῳ ῥοίδια αὐτὰς ὠνόμασεν διὰ τούτων· μετʼ ἄριστον γὰρ ὡς ἀμυγδάλας ἐγὼ παρέθηκα καὶ τῶν ῥοιδίων ἐτρώγομεν.) λέγεται δέ τι καὶ φυτὸν σίδη ὅμοιον ῥοιᾷ, γινόμενον ἐν τῇ περὶ Ὀρχομενὸν λίμνῃ ἐν αὐτῷ τῷ ὕδατι, οὗ τὰ μὲν φύλλα τὰ πρόβατα ἐσθίει, τὸν δὲ βλαστὸν αἱ ὕες, ὡς ἱστορεῖ Θεόφραστος ἐν τετάρτῳ περὶ Φυτῶν, γίνεσθαι λέγων κἀν τῷ Νείλῳ ὁμώνυμόν τι αὐτῇ ἄνευ ῥιζῶν.
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License