DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
63

ἑξῆς οὖν λέξω περὶ τῶν παρακειμένων ΑΠΙΩΝ· ἐπεὶ ἀπʼ αὐτῶν καὶ Πελοπόννησος Ἀπία ἐκλήθη διὰ τὸ ἐπιδαψιλεύειν ἐν αὐτῇ τὸ φυτόν, φησὶν Ἴστρος ἐν τοῖς Ἀργολικοῖς ὅτι δὲ τὰς ἀπίους ἐν ὕδατι εἰσέφερον εἰς τὰ συμπόσια Ἄλεξις ἐν Βρεττίᾳ παρίστησι διὰ τούτων· εἶδές ποτε πίνουσιν ἀνθρώποις ἀπίους παρακειμένας ἐν ὕδατι; Β. πολλοῖς πολλάκις δήπου. τί οὖν; Α. οὐκοῦν ἕκαστος ἐκλεγόμενος λαμβάνει τῶν ἐπινεουσῶν τὴν πεπαιτάτην ἀεί; Β. δηλονότι. αἱ δʼ ἁμαμηλίδες οὔκ εἰσιν ἄπιοι, ὥς τινες οἴονται, ἀλλʼ ἕτερόν τι καὶ ἥδιον καὶ ἀπύρηνον. Ἀριστομένης ἐν Διονύσῳ φησίν Χῖος οὐκ οἶσθʼ ὡς ἁμαμηλίδας ποιεῖ; ὅτι δʼ ἐστὶν ἕτερον τῆς ἀπίου καὶ ἥδιον καὶ ἀπύρηνον Αἰσχυλίδης παρίστησιν ἐν τρίτῳ Γεωργικῶν. περὶ Κέω γοῦν τῆς νήσου λέγων γράφει οὕτως· ἀπίους νῆσος φέρει κρατίστας κατὰ τὰς ἐν Ἰωνίᾳ καλουμένας ἁμαμηλίδας· εἰσὶ γὰρ ἀπύρηνοί τε καὶ ἡδεῖαι καὶ γλυκεῖαι. Ἀέθλιος δʼ ἐν εʹ Ὥρων Σαμίων, εἰ γνήσια τὰ συγγράμματα, ὁμομηλίδας αὐτὰς καλεῖ. Πάμφιλος δʼ ἐν τοῖς περὶ Γλωσσῶν καὶ Ὀνομάτων ἐπιμηλίς, φησίν, ἀπίου γένος. Ἀνδροτίων δʼ ἐν τῷ περὶ Γεωργικῶν φωκίδας φησὶν εἶδος ἀπίων εἶναι.
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License