DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
60

τούτων ἀκούσας Οὐλπιανὸς ἔφη· ἀλλʼ ἐπειδὴ καὶ κοπτήν τινα καλεῖτε, ὁρῶ δὲ ἑκάστῳ κειμένην ἐπὶ τῆς τραπέζης, λέγετε ἡμῖν, λίχνοι, τίς τοῦ ὀνόματος τούτου τῶν ἐνδόξων μνημονεύει. καὶ Δημόκριτος ἔφη· τὸ μὲν θαλάσσιον πράσον κοπτήν φησι καλεῖσθαι Διονύσιος Ἰτυκαῖος ἐν ἑβδόμῳ Γεωργικῶν. τοῦ δὲ ἡμῖν παρακειμένου μελιπήκτου μέμνηται Κλέαρχος Σολεὺς ἐν τῷ περὶ Γρίφων οὑτωσὶ λέγων· σκεύη κελεύοντι λέγειν ὅμοια εἰπεῖν· τρίπους, χύτρα, λυχνεῖον, ἀκταία, βάθρον, σπόγγος, λέβης, σκαφεῖον, ὅλμος, λήκυθος, σπυρίς, μάχαιρα, τρυβλίον, κρατήρ, ῥαφίς. πάλιν ὄψων οὕτως· ἔτνος, φακῆ, τάριχος, ἰχθύς, γογγυλίς, σκόροδον, κρέας, θύννειον, ἅλμη, κρόμμυον, σκόλυμος, ἐλαία, κάππαρις, βολβός, μύκης. ἐπί τε τῶν τραγημάτων ὁμοίως· ἄμης, πλακοῦς, ἔντιλτος, ἴτριον, ῥόα, ᾠόν, ἐρέβινθος, σησάμη, κοπτή, βότρυς, ἰσχάς, ἄπιος, πέρσεια, μῆλʼ, ἀμύγδαλα. ταῦτα μὲν Κλέαρχος. δὲ φλυακογράφος Σώπατρος ἐν τῷ ἐπιγραφομένῳ Πύλαι δράματί φησιν· τίς δʼ ἀναρίθμου μήκωνος εὗρε κοπτὰς κνηκοπύρους ἡδονὰς τραγημάτων ἔμιξεν; ἀπέχεις, καλέ μου λογιστὰ Οὐλπιανέ, τὴν κοπτήν· ἧς συμβουλεύω σοι ἀπεσθίειν. καὶ ὃς οὐδὲν μελλήσας ἀνελόμενος ἤσθιεν. γελασάντων δὲ πάντων ἔφη Δημόκριτος· ἀλλʼ οὐκ ἐσθίειν σοι προσέταξα, καλὲ ὀνοματοθήρα, ἀλλὰ μὴ ἐσθίειν· τὸ γὰρ ἀπεσθίειν οὕτως εἴρηκεν ἐν Φινεῖ κωμῳδιοποιὸς Θεόπομπος· παῦσαι κυβεύων, μειράκιον, καὶ τοῖς βλίτοις διαχρῶ τὸ λοιπόν. κοιλίαν σκληρὰν ἔχεις· τὰ πετραῖα τῶν ἰχθυδίων ἀπέσθιε· τρὺξ ἄριστόν ἐστιν εἰς εὐβουλίαν. ταῦτʼ ἢν ποῇς, ῥᾴων ἔσει τὴν οὐσίαν. χρῶνται δὲ τῷ ἀπεσθίειν καὶ ἀντὶ τοῦ ἀπό τινος ἐσθίειν, ὡς Ἕρμιππος ἐν Στρατιώταις· οἴμοι τάλας, δάκνει, δάκνει, ἀπεσθίει μου τὴν ἀκοήν.
Kaibel Dialogi Personae
DEMOCRITVS
VLPIANVS

LARENSIS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License