DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
6

οὐκ ἠπόρει δʼ ἡμῶν τὸ συμπόσιον οὐδὲ τῶν φιλοσκωπτούντων. περὶ δὲ τοιούτου τινὸς πάλιν Χρύσιππος ἐν τῷ αὐτῷ γράφει· φιλοσκώπτης τις μέλλων ὑπὸ τοῦ δημίου σφάττεσθαι ἔτι ἕν τι ἔφη θέλειν ὥσπερ τὸ κύκνειον ᾄσας ἀποθανεῖν. ἐπιτρέψαντος δʼ ἐκείνου ἔσκωψεν. ὑπὸ δὴ τῶν τοιούτων πολλάκις Μυρτίλος σκωφθέντα καὶ ἀγανακτήσαντα εἶπεν καλῶς Λυσίμαχον τὸν βασιλέα πεποιηκέναι. Τελέσφορον γὰρ ἕνα τῶν ὑπάρχων αὐτοῦ, ἐπειδὴ ἔσκωψέ ποτε ἐν συμποσίῳ τὴν Ἀρσινόην (γυνὴ δʼ ἦν τοῦ Λυσιμάχου) ὡς ἐμετικὴν οὖσαν, εἰπών κακῶν κατάρχεις τήνδʼ ἐμοῦσαν εἰσάγων. Λυσίμαχος ἀκούσας ἐμβληθῆναι αὐτὸν ἐκέλευσεν εἰς γαλεάγραν καὶ δίκην θηρίου περιφερόμενον καὶ τρεφόμενον, κολαζόμενον οὕτως ἐποίησεν ἀποθανεῖν. σὺ δέ, Οὐλπιανέ, εἰ τὴν γαλεάγραν ζητεῖς, ἔχεις παρʼ Ὑπερείδῃ τῷ ῥήτορι· ὅπου δέ, σὺ ζήτει. καὶ Ταχὼς δʼ Αἰγυπτίων βασιλεὺς Ἀγησίλαον σκώψας τὸν Λακεδαιμονίων βασιλέα, ὅτʼ ἦλθεν αὐτῷ συμμαχήσων, (ἦν γὰρ βραχὺς τὸ σῶμα) ἰδιώτης ἐγένετο, ἀποστάντος ἐκείνου τῆς συμμαχίας. τὸ δὲ σκῶμμα τοῦτʼ ἦν· ὤδινεν ὄρος, Ζεὺς δʼ ἐφοβεῖτο, τὸ δʼ ἔτεκεν μῦν. ὅπερ ἀκούσας Ἀγησίλαος καὶ ὀργισθεὶς ἔφη φανήσομαί σοί ποτε καὶ λέων. ὕστερον γὰρ ἀφισταμένων τῶν Αἰγυπτίων, ὥς φησι Θεόπομπος καὶ Λυκέας Ναυκρατίτης ἐν τοῖς Αἰγυπτιακοῖς, οὐδὲν αὐτῷ συμπράξας ἐποίησεν ἐκπεσόντα τῆς ἀρχῆς φυγεῖν εἰς Πέρσας.
Kaibel Dialogi Personae
MYRTILVS

MAGNVS
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License