DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
59

λεχθέντων καὶ τούτων σοφὸς Οὐλπιανὸς ἔφη· πόθεν ὑμῖν, πολυμαθέστατοι γραμματικοί, καὶ ἐκ ποίας βιβλιοθήκης ἀνεφάνησαν οἱ σεμνότατοι οὗτοι συγγραφεῖς Χρύσιππος καὶ Ἁρποκρατίων, διαβάλλοντες καλῶν ὀνόματα φιλοσόφων τῇ ὁμωνυμίᾳ; τίς δὲ καὶ ἡμίναν Ἑλλήνων ὠνόμασεν τίς ἀμύλου μνημονεύει; ἀπαντήσαντος δʼ αὐτῷ τοῦ Λαρηνσίου καὶ εἰπόντος· τὴν μὲν ἡμίναν οἱ τὰ εἰς Ἐπίχαρμον ἀναφερόμενα ποιήματα πεποιηκότες οἴδασι, κἀν τῷ Χείρωνι ἐπιγραφομένῳ οὕτως λέγεται· καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο. τὰ δὲ ψευδεπιχάρμεια ταῦτα ὅτι πεποιήκασιν ἄνδρες ἔνδοξοι Χρυσόγονός τε αὐλητής, ὥς φησιν Ἀριστόξενος ἐν ὀγδόῳ Πολιτικῶν Νόμων, τὴν Πολιτείαν ἐπιγραφομένην· Φιλόχορος δʼ ἐν τοῖς περὶ Μαντικῆς Ἀξιόπιστον τὸν εἴτε Λοκρὸν γένος Σικυώνιον τὸν Κανόνα καὶ τὰς Γνώμας πεποιηκέναι φησίν. ὁμοίως δὲ ἱστορεῖ καὶ Ἀπολλόδωρος. τοῦ δὲ ἀμύλου μνημονεύει Τηλεκλείδης ἐν Στερροῖς οὑτωσὶ λέγων· φιλῶ πλακοῦντα θερμόν, ἀχράδας οὐ φιλῶ, χαίρω λαγῴοις ἐπʼ ἀμύλῳ καθημένοις.

Alignment

 

Digital Athenaeus Project     Creative Commons License