DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
57

Χρύσιππος δʼ Τυανεὺς ἐν τῷ ἐπιγραφομένῳ Ἀρτοκοπικῷ εἴδη πλακούντων καὶ γένη τάδε ἀναγράφει· Τερεντῖνον, Κρασσιανόν, Τουτιανόν, Σαβελλικὸν κλοῦστρον, Ἰουλιανόν, Ἀπικιανόν, Κανωπικά, περλούκιδον, Καππαδοκικόν, ἡδύβια, μαρυπτόν, πλίκιον, γουττᾶτον, Μοντιανόν. τοῦτον, φησί, μάξεις ἐξ οἴνου σκληρόν· εἰ δέ σοι τυρίον παρέσται, ἥμισυ μάξεις ἐξ οἴνου καὶ ἥμισυ ἐκ τυροῦ· ἡδονικώτερον γὰρ γίνεται. κλοῦστρον Κυριανόν, κλοῦστρον γουττᾶτον, κλοῦστρον Φαβωνιανόν. μουστάκια ἐξ οἰνομέλιτος, μουστάκια σησαμᾶτα, κλοῦστρον πούριον, γωσλωανιον, Παυλινιανόν. ἐκ τυροῦ δέ, φησί, γίνεται πλακουντηρὰ τάδε· ἔγχυτος, σκριβλίτης, σουβίτυλλος. γίνεται δὲ καὶ ἐξ ἄλικος σουβίτυλλος. σπῖρα· καὶ οὗτος ἐκ τυροῦ γίνεται. λούκουντλοι, ἀργυροτρύφημα, λίβος, κίρκλος λιξόλας, κλουστροπλακοῦς. γίνεται δέ, φησί, καὶ ὀρυζίτης πλακοῦς. δὲ φθοῖς οὕτω γίγνεται· τυρὸν ἐκπιέσας τρῖβε καὶ ἐμβαλὼν ἐς κόσκινον χάλκεον διήθει, εἶτʼ ἐπίβαλε μέλι καὶ σελίγνεως ἡμίναν καὶ συμμάλαξον εἰς ἕν. κάτιλλος δὲ ὀρνᾶτος λεγόμενος παρὰ Ῥωμαίοις οὕτως γίγνεται· θρίδακας πλύνας ξέσον καὶ ἐμβαλὼν οἶνον εἰς θυίαν τρῖβε τὰς θρίδακας, εἶτα τὸν χυλὸν ἐκπιέσας σελίγνιον συμφύρασον αὐτῷ καὶ συμπεσεῖν ἐάσας μετʼ ὀλίγον τρῖψον εὐτόνως, προσβαλὼν ὀλίγον στέατος χοιρείου καὶ πέπερι, καὶ πάλιν τρίψας ἕλκυσον λάγανον καὶ λειάνας ἐκτεμὼν κατάτεμνε καὶ ἕψε εἰς ἔλαιον θερμότατον εἰς ἠθμὸν βαλὼν τὰ κατακεκομμένα. ἄλλα πλακούντων γένη· ὀστρακίτης, ἀττανῖται, ἄμυλον, τυροκόσκινον. τυρὸν ἐκπιάσας καλῶς θὲς εἰς ἄγγος, εἶτʼ ἄνω κόσκινον χαλκοῦν ἐπιθεὶς δίαγε τὸν τυρόν. ὅταν δὲ μέλλῃς προσφέρειν, βάλε μέλιτος αὔταρκες ἐπάνω. ὑποτυρίδες δὲ οὕτως γίνονται· εἰς γάλα βαλὼν μέλι ἐκπίεσον καὶ βάλε εἰς σκεῦος καὶ ἔα παγῆναι. ἐὰν δέ σοι παρῇ κοσκίνια μικρά, ἐπίβαλε εἰς αὐτὰ τὸ σκεῦος, καὶ ἔα ἐκρεῖν τὸν ὀρόν. καὶ ὅταν σοὶ δόξῃ πεπηγέναι, ἄρας τὸ σκεῦος μετάβαλε εἰς ἀργύρωμα, καὶ ἔσται ὄψις ἄνωθεν. ἐὰν δὲ μὴ κοσκίνια, φλαβιλλίοις καινοῖς χρῶ, ἐν οἷς τὸ πῦρ ῥιπίζεται· τὴν γὰρ αὐτὴν ποιεῖ χρείαν. κοπτοπλακοῦς. ἐν Κρήτῃ δέ, φησίν, πλακουντάριον ποιοῦσιν, ὅπερ ὀνομάζουσι γάστριν. γίνεται δὲ οὕτως· κάρυα Θάσια καὶ Ποντικὰ καὶ ἀμύγδαλα, ἔτι δὲ μήκων, ὃν φρύξας θεράπευσον καλῶς καὶ εἰς θυίαν καθαρὰν τρῖψον ἐπιμελῶς· συμμίξας τε τὴν ὀπώραν μάλαξον μέλιτι ἡψημένῳ, προσβαλὼν πέπερι πλέον καὶ μάλαξον· γίνεται δὲ μέλαν διὰ τὴν μήκωνα. διαπλατύνας ποίησον τετράγωνον. εἶτα σήσαμον λευκὸν τρίψας μάλαξον μέλιτι ἡψημένῳ καὶ ἕλκυσον λαγάνια δύο καὶ ἓν θὲς ὑποκάτω καὶ τὸ ἄλλο ἐπάνω, ἵνα τὸ μέλαν εἰς μέσον γένηται, εὖ ῥύθμισόν τε αὐτό. ταῦτα καὶ σοφὸς πεμματολόγος Χρύσιππος.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Chrysippus

Alcman
Harpocration
Sosibius

Alignment

 

Digital Athenaeus Project     Creative Commons License