DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
54

ΕΓΚΡΙΔΕΣ πεμμάτιον ἑψόμενον ἐν ἐλαίῳ καὶ μετὰ τοῦτο μελιτούμενον. μνημονεύει αὐτῶν Στησίχορος διὰ τούτων· χόνδρον τε καὶ ἐγκρίδας ἄλλα τε πέμματα καὶ μέλι χλωρόν. μνημονεύει αὐτῶν καὶ Ἐπίχαρμος καὶ ἐν τοῖς Ἐγχειρογάστορσι Νικοφῶν Ἀριστοφάνης δʼ ἐν Δαναίσιν καὶ πωλητήν φησιν αὐτῶν εἶναι ἐν τούτοις· μήτʼ αρμα εἶναι ἐγκριδοπώλην. Φερεκράτης δʼ ἐν Κραπατάλλοις· ταῦτʼ ἔχων ἐν ταῖς ὁδοῖς ἁρπαζέτω τὰς ἐγκρίδας. ΕΠΙΚΥΚΛΙΟΣ πλακοῦς τις παρὰ Συρακοσίοις οὕτως καλούμενος. καὶ μέμνηται αὐτοῦ Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ ΓΟΥΡΟΣ ὅτι πλακοῦντος εἶδος Σόλων ἐν τοῖς Ἰάμβοις φησίν· πίνουσι καὶ τρώγουσιν οἳ μὲν ἴτρια, οἳ δʼ ἄρτον αὐτῶν, οἳ δὲ συμμεμιγμένους γούρους φακοῖσι. κεῖθι δʼ οὔτε πεμμάτων ἄπεστιν οὐδʼ ἑνασσεν ἀνθρώποισι γῆ φέρει μέλαινα, πάντα δʼ ἀφθόνως πάρα. ΚΡΙΒΑΝΑΣ πλακοῦντάς τινας ὀνομαστικῶς Ἀπολλόδωρος παρʼ Ἀλκμᾶνι ὁμοίως καὶ Σωσίβιος ἐν γʹ περὶ Ἀλκμᾶνος, τῷ σχήματι μαστοειδεῖς εἶναι φάσκων αὐτούς, χρῆσθαι δʼ αὐτοῖς Λάκωνας πρὸς τὰς τῶν γυναικῶν ἑστιάσεις, περιφέρειν τʼ αὐτούς, ὅταν μέλλωσιν ᾄδειν τὸ παρεσκευασμένον ἐγκώμιον τῆς Παρθένου αἱ ἐν τῷ χορῷ ἀκόλουθοι. ΚΡΙΜΝΙΤΗΣ πλακοῦς ποιὸς διὰ κρίμνων γινόμενος, ὡς Ἰατροκλῆς ἐν τῷ περὶ Πλακούντων ἀναγράφει.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License