DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
50

Ἔφιππος Ἐφήβοις· χόνδρος μετὰ ταῦτʼ εἰσῆλθε, μύρον Αἰγύπτιον, φοινικίνου βῖκός τις ὑπανεῴγνυτο, ἴτρια τραγήμαθʼ ἧκε, πυραμοῦς, ἄμης, ᾠῶν ἑκατόμβη· πάντα ταῦτʼ ἐχναύομεν, ἐμασώμεθʼ οὕτως ἀνδρικῶς ὅσʼ εἴχομεν· καὶ γὰρ παραμασύντας τινὰς παραβόσκομεν. καὶ ἐν Κύδωνι· καὶ μετὰ δεῖπνον κόκκος .... ἐρέβινθος ...... κύαμος, χόνδρος, τυρός, μέλι, σησαμίδες, βράχος, βρυγμός, μνοῦς, πυραμίδες, μῆλον, κάρυον, γάλα, κανναβίδες, κόγχαι, χυλός, Διὸς ἐγκέφαλος. Ἄλεξις Φιλίσκῳ· ἀρτέα τράπεζʼ, ἀπονίψασθαι δοτέον, προσοιστέος, στέφανος, μύρον, σπονδή, λιβανωτός, ἐσχαρίς, τραγήματα δοτέον ἔτι, πλακοῦντος ἁπτέον. ἐπεὶ δὲ καὶ Κυθήριος Φιλόξενος ἐν τῷ Δείπνῳ δευτέρων τραπεζῶν μνημονεύων πολλὰ καὶ τῶν ἡμῖν παρακειμένων ὠνόμασεν, φέρε καὶ τούτων ἀπομνημονεύσωμεν· τὰς δὲ δὴ πρόσθεν μολούσας .... λιπαραυγεῖς πορθμίδας πολλῶν ἀγαθῶν πάλιν εἴσφερον γεμούσας, τὰς ἐφήμεροι καλέοντι νῦν τραπέζας δευτέρας, ἀθάνατοι δέ τʼ Ἀμαλθείας κέρας. ταῖσιν δὲ μέσσαις ἐγκαθιδρύθη μέγα χάρμα βροτοῖς, λευκὸς μυελὸς γλυκερός, λεπτοῖς ἀράχνας ἐναλιγκίοισι πέπλοις συγκαλύπτων ὄψιν αἰσχύνας ὕπο, μὴ κατίδῃ τις μηλογενὲς ..... πῶυ λιπόντα .. ἀνάγκαις ξηρὸν ἐν ξηροῖς Ἀρισταίου μελιρρύτοισι παγαῖς· τῷ δʼ ὄνομʼ ἦς ἄμυλος. χερσὶν δʼ ἐπέθεντο .... στόμιον μαλεραῖς ... ταν δεξαμένην τι κα διδῷ τις. Ζανὸς καλέοντι τρώγματʼ. ἔπειτʼ ἐπένειμεν ἐνκατακνακομιγὲς πεφρυγμένον πυρβρομολευκερεβινθοακανθουμικτριτυαδυ βρῶμα τοπανταναμικτον. ἀμπυκικηροιδηστίχας παρεγίνετο τούτοις σταιτινοκογχομαγὴς τοξαισελαιοξανθεπιπαγκαπύρωτος χοιρίνας· ἅδεα δʼ ἐν κύκλῳ ..... τʼ ὀπόφωκτʼ ἀνάριθμα καὶ μελίπακτα τετυγμένʼ ἄφθονα σασαμόφωκτα. τυρακίνας τε γάλακτι καὶ μέλι συγκατάφυρτος ἦς ἄμυλος πλαθανίτας. σασαμοτυροπαγῆ δὲ καὶ ζεσελαιοπαγῆ πλατύνετο σασαμόπαστα πέμματα κἆτʼ ἐρεβινθοκνακοσυμμιγεῖς .... ἁπαλαῖς θάλλοντες ὥραις, ᾠά τʼ ἀμυγδαλίδες τε τᾶν μαλακοφλοίδων ... τετο τρωκτά τε παισὶν αδυιδη κάρυʼ, ἄλλα θʼ ὅσσα πρέπει παρὰ θοίναν ὀλβιόπλουτον ἔμεν· πόσις δʼ ἐπεραίνετο κότταβοί τε λόγοι τʼ ἐπὶ κοινᾶς· ἔνθα τι καινὸν ἐλέχθη κομψὸν ἀθυρμάτιον καὶ θαύμασαν αὔτʼ ἐπί τʼ ᾔνησαν ... ταῦτα καὶ Κυθήριος Φιλόξενος· ὃν ἐπαινῶν Ἀντιφάνης ἐν τῷ Τριταγωνιστῇ φησι· πολύ γʼ ἐστὶ πάντων τῶν ποιητῶν διάφορος Φιλόξενος. πρώτιστα μὲν γὰρ ὀνόμασιν ἰδίοισι καὶ καινοῖσι χρῆται πανταχοῦ. ἔπειτα τὰ μέλη μεταβολαῖς καὶ χρώμασιν ὡς εὖ κέκραται. θεὸς ἐν ἀνθρώποισιν ἦν ἐκεῖνος, εἰδὼς τὴν ἀληθῶς μουσικήν. οἱ νῦν δὲ κισσόπλεκτα καὶ κρηναῖα καὶ ἀνθεσιπότατα μέλεα μελέοις ὀνόμασι ποιοῦσιν ἐμπλέκοντες ἀλλότρια μέλη.
Kaibel Dialogi Personae
PONTIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License