DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
5

ταῦτα τοῦ Οὐλπιανοῦ διεξελθόντος καὶ πάντων ἀνακακχασάντων ἐπὶ ταῖς Ἀνικίοις ταύταις θέαις ἐγένοντό τινες λόγοι καὶ περὶ τῶν καλουμένων πλάνων· καὶ ἐζητεῖτο εἰ μνήμη τις καὶ περὶ τούτων ἐγένετο παρὰ τοῖς παλαιοτέροις· περὶ γὰρ θαυματοποιῶν ἤδη προειρήκαμεν καὶ Μάγνος ἔφη· Διονύσιος μὲν Σινωπεὺς τῆς κωμῳδίας ποιητὴς ἐν τῷ ἐπιγραφομένῳ Ὁμώνυμοι μνημονεύει Κηφισοδώρου τοῦ πλάνου διὰ τούτων· Κηφισόδωρόν φασιν ἐπικαλούμενον Πλάνον τινʼ ἐν Ἀθήναις γενέσθαι, τὴν σχολὴν εἰς τοῦτο τὸ μέρος τοῦ βίου καταχρώμενον. τοῦτον ἐντυχόντα πρὸς τὸ σιμὸν ἀνατρέχειν, συγκαθεῖναι τηπι τῇ βακτηρίᾳ. μνημονεύει δʼ αὐτοῦ καὶ Νικόστρατος ἐν Σύρῳ· Κηφισόδωρον οὐ κακῶς μὰ τὸν Δία τὸν πλάνον φασὶ στενωπὸν εἰς μέσον στῆσαί τινας ἀγκαλίδας ἔχοντας, ὥστε μὴ παρελθεῖν μηδένα. Πανταλέοντος δὲ μνημονεύει Θεόγνητος ἐν Φιλοδεσπότῳ· Πανταλέων μὲν αὐτὸς αὐτοὺς τοὺς ξένους τούς τʼ ἀγνοοῦντας αὐτὸν ἐπλάνα, καὶ σχεδὸν ἀπεκραιπάλα τὰ πλεῖστα, τοῦ γελάσαι χάριν ἰδίαν τινʼ αὑτῷ θέμενος ἀδολεσχίαν. καὶ Χρύσιππος δʼ φιλόσοφος ἐν εʹ περὶ τοῦ Καλοῦ καὶ τῆς Ἡδονῆς περὶ τοῦ Πανταλέοντος τάδε γράφει· δὲ πλάνος Πανταλέων τελευτᾶν μέλλων ἑκάτερον τῶν υἱῶν κατʼ ἰδίαν ἐξηπάτησε, φήσας μόνῳ αὐτῷ λέγειν ὅπου κατωρύχοι τὸ χρυσίον· ὥστε μάτην ὕστερον κοινῇ σκάπτοντας αἰσθέσθαι ἐξηπατημένους.
Kaibel Dialogi Personae
MAGNVS

MYRTILVS
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License