DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
49

ἐδίδοτο δὲ καὶ ᾠὸν ἐν τῇ δευτέρᾳ τραπέζῃ, ὥσπερ καὶ λαγῷα καὶ κίχλαι κοινῇ μετὰ τῶν μελιπήκτων εἰσεφέρετο, ὡς Ἀντιφάνης ἐν Λεπτινίσκῳ φησὶν οὕτως· οἶνον Θάσιον πίνοις ἄν; Β. εἴ τις ἐγχέοι. Α. πρὸς ἀμυγδάλας δὲ πῶς ἔχεις; Β. εἰρηνικῶς ... μαλακὰς σφόδρα, διας μέλιτι προσπαίζειν βίαι. Α. μελίπηκτα δʼ εἴ σοι προσφέροι; Β. τρώγοιμι καί. Α. ᾠὸν δέ; Β. καταπίνοιμʼ ἄν. Α. ἄλλου δεῖ τινος; ἐν δὲ Ὁμοίοις· εἶτʼ ἐπεισῆγεν χορείαν τράπεζαν δευτέραν, καὶ παρέθηκε γέμουσαν πέμμασι παντοδαποῖς. Ἄμφις δὲ ἐν Γυναικομανίᾳ· ἤδη ποτʼ ἤκουσας βίον ἀληλεμένον; Β. ναί. Α. τοῦτʼ ἐκεῖνʼ ἔστιν σαφῶς· ἄμητες, οἶνος ἡδύς, ᾠά, σησαμαῖ, μύρον, στέφανος, αὐλητρίς. Β. Διοσκόρω, ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας. Ἀναξανδρίδης Ἀγροίκοις· ὡς δʼ ἐστεφανώθην, τράπεζʼ εἰσήγετο τοσαῦτʼ ἔχουσα βρώμαθʼ ὅσα μὰ τοὺς θεοὺς καὶ τὰς θεὰς οὐδʼ ἔνδον ὄντʼ ᾔδειν ἐγώ· οὕτως παρέζων χρηστῶς οὐκ ἔζων τότε. Κλέαρχος Πανδρόσῳ· λάβʼ ὕδωρ κατὰ χειρός. Β. μηδαμῶς· καλῶς ἔχει. Α. λάβʼ, ὦγάθʼ, οὐδὲν χεῖρον. παῖς, ἐπιτίθει ἐπὶ τὴν τράπεζαν κάρυα καὶ τραγήματα. Εὔβουλος Καμπυλίωνι· τραγημάτων δʼ ἔσθʼ τράπεζά σοι πλέα. Β. οὐ φιλοτραγήμων εἰμί πως ἑκάστοτε. Ἄλεξις Πολυκλείᾳ ἑταίρας δʼ ὄνομα Πολύκλεια —· πρῶτος εὑρὼν κομψὸς ἦν τραγήματα. τοῦ συμποσίου γὰρ διατριβὴν ἐξεῦρε καὶ ἀργοὺς ἔχειν μηδέποτε τὰς σιαγόνας. καὶ ἐν Ὁμοίᾳ τὸ δʼ αὐτὸ δρᾶμα καὶ ὡς Ἀντιδότου φέρεται —· οὐδὲ φιλόδειπνός εἰμι, μὰ τὸν Ἀσκληπιόν, τραγήμασιν χαίρω δὲ μᾶλλον. Β. εὖ πάνυ. Α. τραγήματʼ αἰσθάνομαι γὰρ ὅτι νομίζεται τοῖς νυμφίοις μετιοῦσι τὴν νύμφην λέγεις παρέχειν, ἄμητας καὶ λαγῷα καὶ κίχλας. τούτοισι χαίρω, τοῖς δὲ κεκαρυκευμένοις ὄψοισι καὶ ζωμοῖσιν ἡδʼ ὀμωθεοι. Ἀπίων δὲ καὶ Διόδωρος, ὥς φησι Πάμφιλος, ἐπαίκλειά φησι καλεῖσθαι τὰ μετὰ τὸ δεῖπνον τραγήματα.
Kaibel Dialogi Personae
PONTIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License