DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
48

ὅτι γὰρ ἦσαν καὶ παρὰ τοῖς ἀρχαίοις αἱ δεύτεραι τράπεζαι πολυτελῶς μεμεριμνημέναι, παρίστησιν Πίνδαρος ἐν Ὀλυμπιονίκαις περὶ τῆς Πέλοπος κρεουργίας διηγούμενος· τραπέζαισι δʼ ἀμφὶ δεύτερα κρεῶν σέθεν διεδάσαντο καὶ φάγον. ἐμοὶ δʼ ἄπορα γαστρίμαργον μακάρων τινʼ εἰπεῖν. οἱ δὲ παλαιότεροι ἁπλῶς τραπέζας ἔλεγον, ὡς Ἀχαιὸς ἐν Ἡφαίστῳ σατυρικῷ· θοίνῃ σε πρῶτον τέρψομεν· πάρεστι δέ. Β. τὸ δεύτερον δὲ τῷ με κηλήσεις τρόπῳ; Α. μύρῳ σε χρίσω πάμπαν εὐόσμῳ δέμας. Β. ὕδωρ δὲ νῖψαι χεῖρας οὐ πρόσθεν δίδως; Α. ἡνίκα τράπεζά γʼ ἐκποδὼν ἀπαίρεται. Ἀριστοφάνης Σφηξίν· ὕδωρ κατὰ χειρός, τὰς τραπέζας εἰσφέρειν. Ἀριστοτέλης δʼ ἐν τῷ περὶ Μέθης παραπλησίως ἡμῖν δευτέρας τραπέζας προσαγορεύει διὰ τούτων· τὸ μὲν οὖν ὅλον διαφέρειν τράγημα βρώματος νομιστέον ὅσον ἔδεσμα τρωγαλίου. τοῦτο γὰρ πάτριον τοὔνομα τοῖς Ἕλλησιν, ἐπεὶ ἐν τραγήμασι τὰ βρώματα παρατίθενται. διόπερ οὐ κακῶς ἔοικεν εἰπεῖν πρῶτος δευτέραν προσαγορεύσας τράπεζαν· ὄντως γὰρ ἐπιδορπισμός τις τραγηματισμός ἐστιν, καὶ δεῖπνον ἕτερον παρατίθεται τὰ τραγήματα. Δικαίαρχος δʼ ἐν πρώτῳ τῆς εἰς Τροφωνίου Καταβάσεώς φησιν οὕτως· γε τὴν πολλὴν δαπάνην ἐν τοῖς δείπνοις παρέχουσα δευτέρα τράπεζα προσεγένετο, καὶ στέφανοι καὶ μύρα καὶ θυμιάματα καὶ τὰ τούτοις ἀκόλουθα πάντα.
Kaibel Dialogi Personae
PONTIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License