DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
47

Τρύφων δέ φησι τὸ παλαιὸν πρὶν εἰσελθεῖν τοὺς δαιτυμόνας, ἐπὶ τῶν τραπεζῶν κεῖσθαι τὴν ἑκάστου μοῖραν, ὕστερον δὲ πολλά τε καὶ ποικίλα ἐπεισφέρεσθαι διὸ καὶ ἐπιφορήματα κληθῆναι. Φιλύλλιος δʼ ἐν Φρεωρύχῳ φησὶν περὶ τῶν δευτέρων τραπεζῶν λέγων· ἀμυγδάλια, καρύδιʼ, ἐπιφορήματα. καὶ Ἄρχιππος ἐν Ἡρακλεῖ καὶ Ἡρόδοτος ἐν αʹ. καὶ ἐπιδορπίσασθαι δʼ ἔλεγον τὸ ἐντραγεῖν καὶ ἐπιδειπνῆσαι. ἅπερ Ἄρχιππος ἐν Ἡρακλεῖ Γαμοῦντι ἐπιφορήματα καλεῖ διὰ τούτων· ἰτρίοις ἐπιφορήμασί τʼ ἄλλοις γέμουσα. καὶ Ἡρόδοτος δὲ ἐν τῇ πρώτῃ· σιτίοις δὲ ὀλίγοισι χρέονται, ἐπιφορήμασι δὲ πολλοῖς. τὸ μέντοι κατὰ τὴν παροιμίαν λεγόμενον Ἀβυδηνὸν ἐπιφόρημα τέλος τί ἐστιν καὶ ἐλλιμένιον, ὡς Ἀριστείδης φησὶν ἐν γʹ περὶ Παροιμιῶν. Διονύσιος δʼ τοῦ Τρύφωνος· τὸ μὲν παλαιὸν πρὶν εἰσελθεῖν τοὺς δαιτυμόνας ἐπὶ τῶν τραπεζῶν κεῖσθαι τὴν ἑκάστου μοῖραν, ὕστερον δὲ πολλὰ καὶ ποικίλα ἐπιφέρεσθαι. διὸ καὶ ἐπιφορήματα κληθῆναι. Φιλύλλιος δʼ ἐν Φρεωρύχῳ τὰ ἐπιφερόμενα μετὰ τὸ δειπνῆσαι λέγων ὧδε· ἀμυγδάλια, καρύδιʼ, ἐπιφορήματα. Πλάτων δʼ ἐν Μενέλεῳ ἐπιτραπεζώματα αὐτὰ καλεῖ οἷον τὰ ἐπιτιθέμενα ταῖς τραπέζαις βρώματα, λέγων οὕτως· εἰπέ μοι, ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων; Β. γὰρ θεοῖσιν ἐχθρὸς αὐτὰ κατέφαγεν. Ἀριστοτέλης δʼ ἐν τῷ περὶ Μέθης τὰ τραγήματά φησι λέγεσθαι ὑπὸ τῶν ἀρχαίων τρωγάλια· ὡσεὶ γὰρ ἐπιδορπισμὸν εἶναι. Πίνδαρος δέ ἐστιν εἰπών· δείπνου δὲ λήγοντος γλυκὺ τρωγάλιον, καίπερ πεδʼ ἄφθονον βοράν. ὄντως γὰρ κατὰ τὸν Εὐριπίδην ἀποβλέψαντα ἔστιν εἰς τὰ παρακείμενα εἰπεῖν· ὁρᾷς τὸν εὐτράπεζον ὡς ἡδὺς βίος.
Kaibel Dialogi Personae
PONTIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License