DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
46

πολλάκις οὖν, ὡς ἔφην, τῶν τοιούτων ἡμῖν παρατιθεμένων ἐπιδορπισμάτων ἔφη τις τῶν παρόντων· αἱ δεύτεραί πως φροντίδες σοφώτεραι. τί γὰρ ποθεῖ τράπεζα; τῷ δʼ οὐ βρίθεται; πλήρης μὲν ὄψων ποντίων, πάρεισι δὲ μόσχων τέρειναι σάρκες ἀρνεία τε δαὶς καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα, φησὶν Εὐριπίδης ἐν Κρήσσαις καὶ ὡς Εὔβουλος δʼ ἐν Ὀλβίᾳ ἔφη· ἐν τῷ γὰρ αὐτῷ πάνθʼ ὁμοῦ πωλήσεται ἐν ταῖς Ἀθήναις, σῦκα, κλητῆρες, βότρυς, γογγυλίδες, ἄπιοι, μῆλα, μάρτυρες, ῥόδα, μέσπιλα, χόρια, σχαδόνες, ἐρέβινθοι, δίκαι, πυός, πυριάτη, μύρτα, κληρωτήρια, ὑάκινθος, ἄρνες, κλεψύδραι, νόμοι, γραφαί. μέλλοντος οὖν τοῦ Ποντιανοῦ λέγειν περὶ ἑκάστου τῶν παρακειμένων, οὐ πρότερόν γε, ἔφη Οὐλπιανός, ἀκουσόμεθα περὶ τούτων, ἕως ἂν περὶ ἐπιδορπισμάτων εἴπῃς. καὶ Ποντιανός· τραγήματα Κράτης φησὶ Φιλιππίδην λέγειν ἐν Φιλαργύρῳ οὕτως· πλακοῦντες, ἐπιδορπίσματʼ, ᾠά, σήσαμα· ὅλην λέγοντα με ἐπιλείποι τὴν ἡμέραν. καὶ Δίφιλος ἐν Τελεσίᾳ· τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα. Β. ἐγὼ δὲ ταῦθʼ ἥδιστά γʼ ἐπιδορπίζομαι. Σώφιλος ἐν Παρακαταθήκῃ· ἡδύ γε μετʼ ἀνδρῶν ἐστιν Ἑλλήνων αἰεὶ συνάγειν· τὸ πρᾶγμα χάριεν. οὐχὶ δώδεκα κυάθους, ἀνεβόησέν τις, ὑποχεῖς; κωμάσαι πρὸς τὴν Ταναγρικὴν δεῖ γάρ, ἵνʼ ἐκεῖ κατακλιθεὶς ἐπιδορπίσηται τὰς ὀνείας ματτύας. Πλάτων ἐν τῷ Ἀτλαντικῷ μεταδόρπια αὐτὰ καλεῖ ἐν τούτοις· πάντα τε εὐώδη ἔφερέ που τοῖς κατοικοῦσιν γῆ, καὶ τὸν ἥμερον δὲ καρπὸν πλεῖστον ἔφερεν καὶ ἀκροδρύων πλῆθος καὶ ὅσα παραμύθια ἡδονῆς μεταδόρπια.
Kaibel Dialogi Personae
PONTIANVS
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License