Διογένης δʼ ὁ τραγικὸς διαφέρειν πηκτίδα μαγάδιδος, λέγων οὕτως ἐν τῇ Σεμέλῃ· καίτοι κλύω μὲν Ἀσιάδος μιτρηφόρους Κυβέλας γυναῖκας, παῖδας ὀλβίων Φρυγῶν, τυπάνοισι καὶ ῥόμβοισι καὶ χαλκοκτύπων βόμβοις βρεμούσας ἀντίχερσι κυμβάλων ... σοφὴν θεῶν ὑμνῳδὸν ἰατρόν θʼ ἅμα. κλύω δὲ Λυδὰς Βακτρίας τε παρθένους ποταμῷ παροίκους Ἅλυι Τμωλίαν θεὸν δαφνόσκιον κατʼ ἄλσος Ἄρτεμιν σέβειν ψαλμοῖς τριγώνων πηκτίδων ἀντιζύγοις ὁλκοῖς κρεκούσας μάγαδιν, ἔνθα Περσικῷ νόμῳ ξενωθεὶς αὐλὸς ὁμονοεῖ χοροῖς. καὶ Φίλλις δʼ ὁ Δήλιος ἐν δευτέρῳ περὶ Μουσικῆς διαφέρειν φησὶ πηκτίδα μαγάδιδος, λέγων οὕτως· φοίνικες, πηκτίδες, μαγάδιδες, σαμβῦκαι, ἰαμβῦκαι, τρίγωνα, κλεψίαμβοι, σκινδαψοί, ἐννεάχορδα. ἐν οἷς γάρ, φησί, τοὺς ἰάμβους ᾖδον ἰαμβύκας ἐκάλουν· ἐν οἷς δὲ παρελογίζοντο τὰ ἐν τοῖς μέτροις κλεψιάμβους. μαγάδιδας δὲ ἐν οἷς τὰ διὰ πασῶν καὶ πρὸς ἴσα τὰ μέρη τῶν ᾀδόντων ἡρμοσμένα. καὶ ἄλλα δʼ ἦν παρὰ ταῦτα· καὶ γὰρ βάρβιτος ἢ βάρμος καὶ ἄλλα πλείονα τὰ μὲν ἔγχορδα, τὰ δὲ ἔνηχα κατεσκεύαζον.
|