DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
32

κἀμοὶ δὲ διὰ τοῦτο φαίνεται φιλοσοφητέον εἶναι περὶ μουσικῆς. καὶ γὰρ Πυθαγόρας Σάμιος τηλικαύτην δόξαν ἔχων ἐπὶ φιλοσοφίᾳ καταφανής ἐστιν ἐκ πολλῶν οὐ παρέργως ἁψάμενος μουσικῆς· ὅς γε καὶ τὴν τοῦ παντὸς οὐσίαν διὰ μουσικῆς ἀποφαίνει συγκειμένην. τὸ δʼ ὅλον ἔοικεν παλαιὰ τῶν Ἑλλήνων σοφία τῇ μουσικῇ μάλιστʼ εἶναι δεδομένη. καὶ διὰ τοῦτο τῶν μὲν θεῶν Ἀπόλλωνα, τῶν δὲ ἡμιθέων Ὀρφέα μουσικώτατον καὶ σοφώτατον ἔκρινον· καὶ πάντας τοὺς χρωμένους τῇ τέχνῃ ταύτῃ σοφιστὰς ἀπεκάλουν, ὥσπερ καὶ Αἰσχύλος ἐποίησεν· εἴτʼ οὖν σοφιστὴς καλὰ παραπαίων χέλυν. ὅτι δὲ πρὸς τὴν μουσικὴν οἰκειότατα διέκειντο οἱ ἀρχαῖοι δῆλον καὶ ἐξ Ὁμήρου· ὃς διὰ τὸ μεμελοποιηκέναι πᾶσαν ἑαυτοῦ τὴν ποίησιν ἀφροντιστὶ τοὺς πολλοὺς ἀκεφάλους ποιεῖ στίχους καὶ λαγαρούς, ἔτι δὲ μειούρους. Ξενοφάνης δὲ καὶ Σόλων καὶ Θέογνις καὶ Φωκυλίδης, ἔτι δὲ Περίανδρος Κορίνθιος ἐλεγειοποιὸς καὶ τῶν λοιπῶν οἱ μὴ προσάγοντες πρὸς τὰ ποιήματα μελῳδίαν ἐκπονοῦσι τοὺς στίχους τοῖς ἀριθμοῖς καὶ τῇ τάξει τῶν μέτρων ... καὶ σκοποῦσιν ὅπως αὐτῶν μηθεὶς μήτε ἀκέφαλος ἔσται μήτε λαγαρὸς μήτε μείουρος. ἀκέφαλοι δέ εἰσιν οἱ ἐπὶ τῆς ἀρχῆς τὴν χωλότητα ἔχοντες· ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο ἐπίτονος τετάνυστο βοὸς ἶφι κταμένοιο λαγαροὶ δὲ οἱ ἐν μέσῳ, οἷον· αἶψα δʼ ἄρʼ Αἰνείαν φίλον υἱὸν Ἀγχίσαο. τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε μείουροι δʼ εἰσὶν οἱ ἐπὶ τῆς ἐκβολῆς, οἷον· Τρῶες δʼ ἐρρίγησαν, ὅπως ἴδον αἴολον ὄφιν καλὴ Κασσιέπεια θεοῖς δέμας ἐοικυῖα τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ἤια
Kaibel Dialogi Personae
MASVRIVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License