DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
3

Ἀναξανδρίδης δʼ ἐν Γεροντομανίᾳ καὶ εὑρετὰς τῶν γελοίων φησὶ γενέσθαι Ῥαδάμανθυν καὶ Παλαμήδην, λέγων οὕτως· καίτοι πολλοί γε πονοῦμεν. τὸ δʼ ἀσύμβολον εὗρε γελοῖα λέγειν Ῥαδάμανθυς καὶ Παλαμήδης. γελωτοποιῶν δὲ μέμνηται Ξενοφῶν ἐν τῷ Συμποσίῳ Φιλίππου μέν, περὶ οὗ καὶ οὑτωσὶ λέγει· Φίλιππος δʼ γελωτοποιὸς κρούσας τὴν θύραν εἶπε τῷ ὑπακούσαντι εἰσαγγεῖλαι ὅστις τε εἴη καὶ διότι κατάγεσθαι βούλεται· συνεσκευασμένος δὲ ἔφη παρεῖναι πάντα τἀπιτήδεια ὥστε δειπνεῖν τἀλλότρια. καὶ τὸν παῖδα δʼ ἔφη πάνυ πιέζεσθαι διά τε τὸ φέρειν μηδὲν καὶ διὰ τὸ ἀνάριστον εἶναι. Ἱππόλοχος δʼ Μακεδὼν ἐν τῇ πρὸς Λυγκέα Ἐπιστολῇ γελωτοποιῶν μέμνηται Μανδρογένους καὶ Στράτωνος τοῦ Ἀττικοῦ. πλῆθος δʼ ἦν Ἀθήνησι τῆς σοφίας ταύτης. ἐν γοῦν τῷ Διομέων Ἡρακλείῳ συνελέγοντο ξʹ ὄντες τὸν ἀριθμὸν καὶ ἐν τῇ πόλει διωνομάζοντο ὡς οἱ ξʹ τοῦτʼ εἶπον καὶ ἀπὸ τῶν ξʹ ἔρχομαι. ἐν δὲ τούτοις ἦσαν Καλλιμέδων τε Κάραβος καὶ Δεινίας, ἔτι τε Μνασιγείτων καὶ Μέναιχμος, ὥς φησι Τηλεφάνης ἐν τῷ περὶ τοῦ Ἄστεος τοσαύτη δʼ αὐτῶν δόξα τῆς ῥᾳθυμίας ἐγένετο ὡς καὶ Φίλιππον ἀκούσαντα τὸν Μακεδόνα πέμψαι αὐτοῖς τάλαντον, ἵνʼ ἐκγραφόμενοι τὰ γελοῖα πέμπωσιν αὐτῷ. ὅτι δὲ ἦν περὶ τὰ γελοῖα ἐσπουδακὼς βασιλεὺς οὗτος μαρτυρεῖ Δημοσθένης ῥήτωρ ἐν τοῖς Φιλιππικοῖς φιλόγελως δὲ ἦν καὶ Δημήτριος Πολιορκητής, ὥς φησι Φύλαρχος ἐν τῇ ϛʹ τῶν Ἱστοριῶν, ὅς γε καὶ τὴν Λυσιμάχου αὐλὴν κωμικῆς σκηνῆς οὐδὲν διαφέρειν ἔλεγεν· ἐξιέναι γὰρ ἀπʼ αὐτῆς πάντας δισυλλάβους· τόν τε Βῖθυν χλευάζων καὶ τὸν Πάριν, μεγίστους ὄντας παρὰ τῷ Λυσιμάχῳ, καί τινας ἑτέρους τῶν φίλων· παρὰ δʼ αὑτοῦ Πευκέστας καὶ Μενελάους, ἔτι δὲ Ὀξυθέμιδας. ταῦτα δʼ ἀκούων Λυσίμαχος ἐγὼ τοίνυν, ἔφη, πόρνην ἐκ τραγικῆς σκηνῆς οὐχ ἑώρακα ἐξιοῦσαν, τὴν αὐλητρίδα Λάμιαν λέγων. ἀπαγγελθέντος δὲ καὶ τούτου πάλιν ὑπολαβὼν Δημήτριος ἔφη· ἀλλʼ παρʼ ἐμοὶ πόρνη σωφρονέστερον τῆς παρʼ ἐκείνῳ Πηνελόπης ζῇ.
Kaibel Dialogi Personae
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License