DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
26

Ἀμφίων δʼ Θεσπιεὺς ἐν δευτέρῳ περὶ τοῦ ἐν Ἑλικῶνι Μουσείου ἄγεσθαί φησιν ἐν Ἑλικῶνι παίδων ὀρχήσεις μετὰ σπουδῆς, παρατιθέμενος ἀρχαῖον Ἐπίγραμμα τόδε· ἀμφότερʼ, ὠρχεύμην τε καὶ ἐν Μώσαις ἐδίδασκον ἄνδρας· δʼ αὐλητὰς ἦν Ἄνακος Φιαλεύς. εἰμὶ δὲ Βακχιάδας Σικυώνιος. ῥα θεοῖσι ταῖς Σικυῶνι καλὸν τοῦτʼ ἀπέκειτο γέρας. οὐ κακῶς δὲ καὶ Καφισίας αὐλητής, ἐπιβαλλομένου τινὸς τῶν μαθητῶν αὐλεῖν μέγα καὶ τοῦτο μελετῶντος, πατάξας εἶπεν οὐκ ἐν τῷ μεγάλῳ τὸ εὖ κείμενον εἶναι, ἀλλὰ ἐν τῷ εὖ τὸ μέγα. ἐστὶ δὲ καὶ τὰ τῶν ἀρχαίων δημιουργῶν ἀγάλματα τῆς παλαιᾶς ὀρχήσεως λείψανα· διὸ καὶ συνέστη τὰ κατὰ τὴν χειρονομίαν ἐπιμελεστέρως διὰ ταύτην τὴν αἰτίαν. ἐζήτουν γὰρ κἀν ταύτῃ κινήσεις καλὰς καὶ ἐλευθερίους, ἐν τῷ εὖ τὸ μέγα περιλαμβάνοντες· καὶ τὰ σχήματα μετέφερον ἐντεῦθεν εἰς τοὺς χορούς, ἐκ δὲ τῶν χορῶν εἰς τὰς παλαίστρας. καὶ γὰρ ἐν τῇ μουσικῇ κἀν τῇ τῶν σωμάτων ἐπιμελείᾳ περιεποιοῦντο τὴν ἀνδρείαν καὶ πρὸς τὰς ἐν τοῖς ὅπλοις κινήσεις ἐγυμνάζοντο μετὰ τῆς ᾠδῆς· ὅθεν ἐκινήθησαν αἱ καλούμεναι πυρρίχαι καὶ πᾶς τοιοῦτος τρόπος τῆς ὀρχήσεως· αἱ πολλαὶ γὰρ αἱ ὀνομασίαι αὐτῶν, ὡς παρὰ Κρησὶν ὀρσίτης καὶ ἐπικρήδιος. τὴν δʼ ἀπόκινον καλουμένην ὄρχησιν, ἧς μνημονεύει Κρατῖνος ἐν Νεμέσει καὶ Κηφισόδωρος ἐν Ἀμαζόσιν Ἀριστοφάνης τʼ ἐν Κενταύρῳ καὶ ἄλλοι πλείονες, ὕστερον μακτρισμὸν ὠνόμασαν· ἣν καὶ πολλαὶ γυναῖκες ὠρχοῦντο, ἃς καὶ μακτιστρίας ὀνομαζομένας οἶδα.
Kaibel Dialogi Personae
MASVRIVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License