DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
2

ἐπεὶ δὲ ἑκάστης ἡμέρας μετὰ τοὺς παρʼ ἡμῶν καινοὺς αἰεὶ λεγομένους λόγους καὶ ἀκροάματα ἑκάστοτε διάφορα ἐπεισάγει λαμπρὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος ἔτι τε καὶ γελωτοποιούς, φέρε λέγωμέν τι καὶ ἡμεῖς περὶ τούτων. καίτοι γε οἶδα καὶ Ἀνάχαρσιν τὸν Σκύθην ἐν συμποσίῳ γελωτοποιῶν εἰσαχθέντων ἀγέλαστον διαμείναντα, πιθήκου δʼ ἐπεισαχθέντος γελάσαντα φάναι, ὡς οὗτος μὲν φύσει γελοῖός ἐστιν, δʼ ἄνθρωπος ἐπιτηδεύσει. καὶ Εὐριπίδης δὲ ἐν τῇ Δεσμώτιδι Μελανίππῃ ἔφη· ἀνδρῶν δὲ πολλοὶ τοῦ γέλωτος εἵνεκα ἀσκοῦσι χάριτας κερτόμους. ἐγὼ δέ πως μισῶ γελοίους, οἵτινες τήτῃ σοφῶν ἀχάλινʼ ἔχουσι στόματα· κἀς ἀνδρῶν μὲν οὐ τελοῦσιν ἀριθμόν, ἐν γέλωτι δʼ εὐπρεπεῖς οἰκοῦσιν οἴκους καὶ τὰ ναυστολούμενα ἔσω δόμων σῴζουσι. Παρμενίσκος δὲ Μεταποντῖνος, ὥς φησιν Σῆμος ἐν εʹ Δηλιάδος, καὶ γένει καὶ πλούτῳ πρωτεύων εἰς Τροφωνίου καταβὰς καὶ ἀνελθὼν οὐκ ἔτι γελᾶν ἐδύνατο. καὶ χρηστηριαζομένῳ περὶ τούτου Πυθία ἔφη· εἴρῃ μʼ ἀμφὶ γέλωτος, ἀμείλιχε, μειλιχίοιο· δώσει σοι μήτηρ οἴκοι· τὴν ἔξοχα τῖε. ἐλπίζων δʼ ἂν ἐπανέλθῃ εἰς τὴν πατρίδα γελάσειν, ὡς οὐδὲν ἦν πλέον, οἰόμενος ἐξηπατῆσθαι ἔρχεταί ποτε κατὰ τύχην εἰς Δῆλον· καὶ πάντα τὰ κατὰ τὴν νῆσον θαυμάζων ἦλθεν καὶ εἰς τὸ Λητῷον, νομίζων τῆς Ἀπόλλωνος μητρὸς ἄγαλμα τι θεωρήσειν ἀξιόλογον· ἰδὼν δʼ αὐτὸ ξύλον ὂν ἄμορφον παραδόξως ἐγέλασεν. καὶ τὸν τοῦ θεοῦ χρησμὸν συμβάλλων καὶ τῆς ἀρρωστίας ἀπαλλαγεὶς μεγαλωστὶ τὴν θεὸν ἐτίμησεν.
Kaibel Dialogi Personae
LARENSIS
VLPIANVS

ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License