DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
19

Ἡρακλείδης δʼ Ποντικὸς ἐν τρίτῳ περὶ Μουσικῆς οὐδʼ ἁρμονίαν φησὶ δεῖν καλεῖσθαι τὴν Φρύγιον, καθάπερ οὐδὲ τὴν Λύδιον. ἁρμονίας γὰρ εἶναι τρεῖς· τρία γὰρ καὶ γενέσθαι Ἑλλήνων γένη, Δωριεῖς, Αἰολεῖς, Ἴωνας. οὐ μικρᾶς οὖν οὔσης διαφορᾶς ἐν τοῖς τούτων ἤθεσιν, Λακεδαιμόνιοι μὲν μάλιστα τῶν ἄλλων Δωριέων τὰ πάτρια διαφυλάττουσιν, Θεσσαλοὶ δὲ (οὗτοι γάρ εἰσιν οἱ τὴν ἀρχὴν τοῦ γένους Αἰολεῦσιν μεταδόντες) παραπλήσιον αἰεὶ ποιοῦνται τοῦ βίου τὴν ἀγωγήν· Ἰώνων δὲ τὸ πολὺ πλῆθος ἠλλοίωται διὰ τὸ συμπεριφέρεσθαι τοῖς αἰεὶ δυναστεύουσιν αὐτοῖς τῶν βαρβάρων. τὴν οὖν ἀγωγὴν τῆς μελῳδίας ἣν οἱ Δωριεῖς ἐποιοῦντο Δώριον ἐκάλουν ἁρμονίαν· ἐκάλουν δὲ καὶ Αἰολίδα ἁρμονίαν ἣν Αἰολεῖς ᾖδον· Ἰαστὶ δὲ τὴν τρίτην ἔφασκον ἣν ἤκουον ᾀδόντων τῶν Ἰώνων. μὲν οὖν Δώριος ἁρμονία τὸ ἀνδρῶδες ἐμφαίνει καὶ τὸ μεγαλοπρεπὲς καὶ οὐ διακεχυμένον οὐδʼ ἱλαρόν, ἀλλὰ σκυθρωπὸν καὶ σφοδρόν, οὔτε δὲ ποικίλον οὔτε πολύτροπον. τὸ δὲ τῶν Αἰολέων ἦθος ἔχει τὸ γαῦρον καὶ ὀγκῶδες, ἔτι δὲ ὑπόχαυνον· ὁμολογεῖ δὲ ταῦτα ταῖς ἱπποτροφίαις αὐτῶν καὶ ξενοδοχίαις· οὐ πανοῦργον δέ, ἀλλὰ ἐξηρμένον καὶ τεθαρρηκός. διὸ καὶ οἰκεῖόν ἐστʼ αὐτοῖς φιλοποσία καὶ τὰ ἐρωτικὰ καὶ πᾶσα περὶ τὴν δίαιταν ἄνεσις. διόπερ ἔχουσι τὸ τῆς ὑποδωρίου καλουμένης ἁρμονίας ἦθος. αὕτη γάρ ἐστι, φησὶν Ἡρακλείδης, ἣν ἐκάλουν Αἰολίδα, ὡς καὶ Λᾶσος Ἑρμιονεὺς ἐν τῷ εἰς τὴν ἐν Ἑρμιόνι Δήμητρα Ὕμνῳ λέγων οὕτως· Δάματρα μέλπω Κόραν τε Κλυμένοιʼ ἄλοχον, μελιβόαν ὕμνον ἀνάγων, Αἰολίδʼ ἅμα βαρύβρομον ἁρμονίαν. ταῦτα δʼ ᾄδουσιν πάντες ὑποδώρια τὰ μέλη. ἐπεὶ οὖν τὸ μέλος ἐστὶν ὑποδώριον τὰ μέλη, εἰκότως Αἰολίδα φησὶν εἶναι τὴν ἁρμονίαν Λᾶσος. καὶ Πρατίνας δέ πού φησι· μήτε σύντονον δίωκε μήτε τὰν ἀνειμέναν Ἰαστὶ μοῦσαν, ἀλλὰ τὰν μέσαν νεῶν ἄρουραν αἰόλιζε τῷ μέλει. ἐν δὲ τοῖς ἑξῆς σαφέστερόν φησιν· πρέπει τοι πᾶσιν ἀοιδὰ λαβράκταις Αἰολὶς ἁρμονία. πρότερον μὲν οὖν, ὡς ἔφην, Αἰολίδα αὐτὴν ἐκάλουν, ὕστερον δʼ ὑποδώριον, ὥσπερ ἔνιοί φασιν, ἐν τοῖς αὐλοῖς τετάχθαι νομίσαντες αὐτὴν ὑπὸ τὴν Δώριον ἁρμονίαν. ἐμοὶ δὲ δοκεῖ ὁρῶντας αὐτοὺς τὸν ὄγκον καὶ τὸ προσποίημα τῆς καλοκἀγαθίας ἐν τοῖς τῆς ἁρμονίας ἤθεσιν Δώριον μὲν αὐτὴν οὐ νομίζειν, προσεμφερῆ δέ πως ἐκείνῃ· διόπερ ὑποδώριον ἐκάλεσαν, ὡς τὸ προσεμφερὲς τῷ λευκῷ ὑπόλευκον καὶ τὸ μὴ γλυκὺ μὲν ἐγγὺς δὲ τούτου λέγομεν ὑπόγλυκυ· οὕτως καὶ ὑποδώριον τὸ μὴ πάνυ Δώριον.
Kaibel Index Scriptorum
HERACLIDES
LASVS
PRATINAS

Kaibel Dialogi Personae
MASVRIVS

Meineke Index Scriptorum
Lasus
Pratinas

Heraclides

Alignment

 

Digital Athenaeus Project     Creative Commons License