DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
17

ἐπεὶ δʼ ἐνταῦθα τοῦ λόγου ἐσμέν, οὐκ ἄξιον ἡγοῦμαι παραλιπεῖν τὰ περὶ Ἀμοιβέως τοῦ καθʼ ἡμᾶς κιθαρῳδοῦ, ἀνδρὸς τεχνίτου κατὰ νόμους τοὺς μουσικούς. οὗτός ποτε βράδιον ἥκων ἐπὶ τὸ συμπόσιον ἡμῶν ὡς ἔμαθεν παρά τινος τῶν οἰκετῶν ἀποδειπνήσαντας, ἐβουλεύετο τί χρὴ ποιεῖν, ἕως παρελθὼν Σόφων αὐτῷ μάγειρος (γεγωνότερον δʼ ἐφθέγγετο ὡς πάντας ἀκούειν) τὰ ἐξ Αὔγης εἶπεν Εὐβούλου· τί, πόνηρʼ, ἕστηκας ἐν πύλαις ἔτι, ἀλλʼ οὐ βαδίζεις; τοῖσδε γενναίως πάλαι διεσπάρακται θερμὰ χηνίσκων μέλη, διερράχισται σεμνὰ δελφάκων κρέα, κατηλόηται γαστρὸς οὑν μέσῳ κύκλος, κατῃσίμωται πάντα τἀκροκώλια, νενωγάλισται σεμνὸς ἀλλᾶντος τόμος, παρεντέτρωκται τευθὶς ἐξωπτημένη, παρεκλέλαπται σταμνίʼ ἐννέʼ δέκα. ὥστʼ εἴ τι βούλει τῶν λελειμένων φαγεῖν, ἔπειγʼ ἔπειγε, μή ποθʼ ὡς λύκος χανὼν καὶ τῶνδʼ ἁμαρτὼν ὕστερον συχνῶ δραχμῆς. πάντʼ ἐστὶν ἡμῖν κατὰ τὸν ἥδιστον Ἀντιφάνην, ὃς ἐν τῷ Φιλοθηβαίῳ φησίν τε γὰρ συνώνυμος τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία τμηθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης χλιαίνετʼ, αἴρεθʼ, ἕψεται, παφλάζεται, προσκάεθʼ· ὥστε μηδʼ ἂν εἰ χαλκοῦς ἔχων μυκτῆρας εἰσέλθοι τις, ἐξελθεῖν πάλιν εἰκῇ· τοσαύτην ἐξακοντίζει πνοήν. Β. λέγεις μάγειρον ζῶντα. Α. πλησίον δέ γε ταύτης ἄσιτος ἡμέραν καὶ νύχθʼ ὅλην κεστρεὺς λοπισθείς, ... πασθείς, στραφείς, χρωσθείς, ὁμοῦ τι πρὸς τέλος δρόμου περῶν, σίζει κεκραγώς, παῖς δʼ ἐφέστηκε ῥανῶν ὄξει, Λίβυς τε καυλὸς ἐξηρασμένος ἀκτῖσι θείαις σιλφίου παραστατεῖ. Β. εἶτʼ οὐκ ἐπῳδούς φασιν ἰσχύειν τινές· ἐγὼ γὰρ ἤδη τρεῖς ὁρῶ μασωμένους, σοῦ ταῦτα συστρέφοντος. Α. τε σύννομον τῆς κυφονώτου σῶμʼ ἔχουσα σηπίας, ξιφηφόροισι χερσὶν ἐξωπλισμένη τευθίς, μεταλλάξασα λευκαυγῆ φύσιν σαρκὸς πυρωτοῖς ἀνθράκων ῥιπίσμασιν, ξανθαῖσιν αὔραις σῶμα πᾶν ἀγάλλεται, δείπνου προφήτην λιμὸν ἐκκαλουμένη. ὥστε γʼ εἴσιθι· μὴ μέλλε, χώρει. δεῖ γὰρ ἠριστηκότας πάσχειν, ἐάν τι καὶ παθεῖν ἡμᾶς δέῃ. καὶ ὃς πάνυ ἐμμελέστατα ἀπαντήσας αὐτῷ ἀντεφώνησε τὰ ἐκ τοῦ Κλεάρχου Κιθαρῳδοῦ τάδε· γόγγρων τε λευκῶν πᾶσι τοῖς κολλώδεσι βρόχθιζε. τούτοις γὰρ τρέφεται τὸ πνεῦμα καὶ τὸ φωνάριον ἡμῶν περίσαργον γίνεται. κρότου δʼ ἐπὶ τούτοις γενομένου καὶ πάντων ὁμοθυμαδὸν αὐτὸν καλεσάντων εἰσελθὼν καὶ πιὼν ἀναλαβών τε τὴν κιθάραν εἰς τοσοῦτον ἡμᾶς ἧσεν ὡς πάντας θαυμάζειν τήν τε κιθάρισιν μετὰ τῆς τέχνης ταχίστην οὖσαν καὶ τῆς φωνῆς τὴν ἐμμέλειαν. ἐμοὶ μὲν γὰρ οὐδὲν ἐλάττων εἶναι νομίζεται τοῦ παλαιοῦ Ἀμοιβέως, ὅν φησιν Ἀριστέας ἐν τῷ περὶ Κιθαρῳδῶν ἐν Ἀθήναις κατοικοῦντα καὶ πλησίον τοῦ θεάτρου οἰκοῦντα, εἰ ἐξέλθοι ᾀσόμενος, τάλαντον Ἀττικὸν τῆς ἡμέρας λαμβάνειν.
Kaibel Dialogi Personae
AMOEBEVS
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License