DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
16

Σῆμος δʼ Δήλιος ἐν τῷ περὶ Παιάνων οἱ αὐτοκάβδαλοι, φησί, καλούμενοι ἐστεφανωμένοι κιττῷ σχέδην ἐπέραινον ῥήσεις. ὕστερον δὲ ἴαμβοι ὠνομάσθησαν αὐτοί τε καὶ τὰ ποιήματα αὐτῶν. οἱ δὲ ἰθύφαλλοι, φησί, καλούμενοι προσωπεῖα μεθυόντων ἔχουσιν καὶ ἐστεφάνωνται, χειρῖδας ἀνθινὰς ἔχοντες· χιτῶσι δὲ χρῶνται μεσολεύκοις καὶ περιέζωνται ταραντῖνον καλύπτον αὐτοὺς μέχρι τῶν σφυρῶν. σιγῇ δὲ διὰ τοῦ πυλῶνος εἰσελθόντες, ὅταν κατὰ μέσην τὴν ὀρχήστραν γένωνται, ἐπιστρέφουσιν εἰς τὸ θέατρον λέγοντες· ἀνάγετʼ, εὐρυχωρίαν ποιεῖτε τῷ θεῷ· ἐθέλει γὰρ θεὸς ὀρθὸς ἐσφυδωμένος διὰ μέσου βαδίζειν. οἱ δὲ φαλλοφόροι, φησίν, προσωπεῖον μὲν οὐ λαμβάνουσιν, προσκόπιον δʼ ἐξ ἑρπύλλου περιτιθέμενοι καὶ παιδέρωτος ἐπάνω τούτου ἐπιτίθενται στέφανον τε δασὺν ἴων καὶ κιττοῦ· καυνάκας τε περιβεβλημένοι παρέρχονται οἳ μὲν ἐκ παρόδου, οἳ δὲ κατὰ μέσας τὰς θύρας, βαίνοντες ἐν ῥυθμῷ καὶ λέγοντες· σοί, Βάκχε, τάνδε μοῦσαν ἀγλαίζομεν, ἁπλοῦν ῥυθμὸν χέοντες αἰόλῳ μέλει, καινάν, ἀπαρθένευτον, οὔ τι ταῖς πάρος κεχρημέναν ᾠδαῖσιν, ἀλλʼ ἀκήρατον κατάρχομεν τὸν ὕμνον. εἶτα προστρέχοντες ἐτώθαζον οὓς ἂν προέλοιντο, στάδην δὲ ἔπραττον· δὲ φαλλοφόρος ἰθὺ βαδίζων καταπασθεὶς αἰθάλῳ.
Kaibel Index Scriptorum
SEMVS
INCERTI

STRATTIS
Kaibel Dialogi Personae
AMOEBEVS
ANONYMI

Meineke Index Scriptorum
Semus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License