παρὰ δὲ Λακεδαιμονίοις κωμικῆς παιδιᾶς ἦν τις τρόπος παλαιός, ὥς φησι Σωσίβιος, οὐκ ἄγαν σπουδαῖος, ἅτε δὴ κἀν τούτοις τὸ λιτὸν τῆς Σπάρτης μεταδιωκούσης. ἐμιμεῖτο γάρ τις ἐν εὐτελεῖ τῇ λέξει κλέπτοντάς τινας ὀπώραν ἢ ξενικὸν ἰατρὸν τοιαυτὶ λέγοντα, ὡς Ἄλεξις ἐν Μανδραγοριζομένῃ διὰ τούτων παρίστησιν· ἐὰν ἐπιχώριος ἰατρὸς εἴπῃ τρυβλίον τούτῳ δότε πτισάνης ἕωθεν, καταφρονοῦμεν εὐθέως· ἂν δὲ πτισάναν καὶ τρυβλίον, θαυμάζομεν. καὶ πάλιν ἐὰν μὲν τευτλίον, παρείδομεν· ἐὰν δὲ σεῦτλον, ἀσμένως ἠκούσαμεν, ὡς οὐ τὸ σεῦτλον ταὐτὸν ὂν τῷ τευτλίῳ. ἐκαλοῦντο δʼ οἱ μετιόντες τὴν τοιαύτην παιδιὰν παρὰ τοῖς Λάκωσι δικηλισταί, ὡς ἄν τις σκευοποιοὺς εἴπῃ καὶ μιμητάς. τοῦ δὲ εἴδους τῶν δικηλιστῶν πολλαὶ κατὰ τόπους εἰσὶ προσηγορίαι. Σικυώνιοι μὲν γὰρ φαλλοφόρους αὐτοὺς καλοῦσιν, ἄλλοι δʼ αὐτοκαβδάλους, οἳ δὲ φλύακας, ὡς Ἰταλοί, σοφιστὰς δὲ οἱ πολλοί· Θηβαῖοι δὲ καὶ τὰ πολλὰ ἰδίως ὀνομάζειν εἰωθότες ἐθελοντάς. ὅτι δὲ καινουργοῦσιν κατὰ τὰς φωνὰς οἱ Θηβαῖοι Στράττις ἐπιδείκνυσιν ἐν Φοινίσσαις διὰ τούτων· ξυνίετʼ οὐδέν, πᾶσα Θηβαίων πόλις, οὐδέν ποτʼ ἀλλʼ ἢ πρῶτα μὲν τὴν σηπίαν ὀπιτθοτίλαν, ὡς λέγουσʼ, ὀνομάζετε· τὸν ἀλεκτρυόνα δʼ ὀρτάλιχον, τὸν ἰατρὸν δὲ σάκταν, βέφυραν δὲ τὴν γέφυραν, τῦκα δὲ τὰ σῦκα, κωτιλάδας δὲ τὰς χελιδόνας, τὴν ἔνθεσιν δʼ ἄκολον, τὸ γελᾶν δὲ κριδδέμεν, νεασπάτωτον δʼ, ἤν τι νεοκάττυτον ᾖ.
|