DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
10

καὶ ᾠδῆς δὲ ὀνομασίας καταλέγει Τρύφων τάσδε· ἱμαῖος ἐπιμύλιος καλουμένη, ἣν παρὰ τοὺς ἀλέτους ᾖδον, ἴσως ἀπὸ τῆς ἱμαλίδος. ἱμαλὶς δʼ ἐστὶν παρὰ Δωριεῦσιν νόστος καὶ τὰ ἐπίμετρα τῶν ἀλεύρων. δὲ τῶν ἱστουργῶν ᾠδὴ αἴλινος, ὡς Ἐπίχαρμος ἐν Ἀταλάνταις ἱστορεῖ δὲ τῶν ταλασιουργῶν ἴουλος. Σῆμος δʼ Δήλιος ἐν τῷ περὶ Παιάνων φησί· τὰ δράγματα τῶν κριθῶν αὐτὰ καθʼ αὑτὰ προσηγόρευον ἀμάλας· συναθροισθέντα δὲ καὶ ἐκ πολλῶν μίαν γενόμενα δέσμην οὔλους καὶ ἰούλους· καὶ τὴν Δήμητρα ὁτὲ μὲν Χλόην, ὁτὲ δὲ Ἰουλώ. ἀπὸ τῶν οὖν τῆς Δήμητρος εὑρημάτων τούς τε καρποὺς καὶ τοὺς ὕμνους τοὺς εἰς τὴν θεὸν οὔλους καλοῦσι καὶ ἰούλους. δημήτρουλοι καὶ καλλίουλοι. καὶ πλεῖστον οὖλον οὖλον ἵει, ἴουλον ἵει ἄλλοι δέ φασιν ἐριουργῶν εἶναι τὴν ᾠδήν. αἱ δὲ τῶν τιτθευουσῶν ᾠδαὶ καταβαυκαλήσεις ὀνομάζονται. ἦν δὲ καὶ ἐπὶ ταῖς ἐώραις τις ἐπʼ Ἠριγόνῃ, ἣν καὶ ἀλῆτιν λέγουσιν, ᾠδή. Ἀριστοτέλης γοῦν ἐν τῇ Κολοφωνίων Πολιτείᾳ φησίν· ἀπέθανεν δὲ καὶ αὐτὸς Θεόδωρος ὕστερον βιαίῳ θανάτῳ. λέγεται δὲ γενέσθαι τρυφῶν τις, ὡς ἐκ τῆς ποιήσεως δῆλόν ἐστιν. ἔτι γὰρ καὶ νῦν αἱ γυναῖκες ᾄδουσιν αὐτοῦ μέλη περὶ τὰς ἐώρας. δὲ τῶν θεριστῶν ᾠδὴ Λιτυέρσης καλεῖται. καὶ τῶν μισθωτῶν δέ τις ἦν ᾠδὴ τῶν ἐς τοὺς ἀγροὺς φοιτώντων, ὡς Τηλεκλείδης φησὶν ἐν Ἀμφικτύοσιν· καὶ βαλανέων ἄλλαι, ὡς Κράτης ἐν Τόλμαις· καὶ τῶν πτισσουσῶν ἄλλη τις, ὡς Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις καὶ Νικοχάρης ἐν Ἡρακλεῖ Χορηγῷ ἦν δὲ καὶ τοῖς ἡγουμένοις τῶν βοσκημάτων βουκολιασμὸς καλούμενος. Δίομος δʼ ἦν βουκόλος Σικελιώτης πρῶτος εὑρὼν τὸ εἶδος· μνημονεύει δʼ αὐτοῦ Ἐπίχαρμος ἐν Ἁλκυόνι καὶ ἐν Ὀδυσσεῖ Ναυαγῷ δʼ ἐπὶ τοῖς θανάτοις καὶ λύπαις ᾠδὴ ὀλοφυρμὸς καλεῖται. αἱ δὲ ἴουλοι καλούμεναι ᾠδαὶ Δήμητρι καὶ Φερσεφόνῃ πρέπουσι. δὲ εἰς Ἀπόλλωνα ᾠδὴ φιληλιάς, ὡς Τελέσιλλα παρίστησιν· οὔπιγγοι δὲ αἱ εἰς Ἄρτεμιν. ᾔδοντο δὲ Ἀθήνησι καὶ οἱ Χαρώνδου νόμοι παρʼ οἶνον, ὡς Ἕρμιππός φησιν ἐν ἕκτῳ περὶ Νομοθετῶν Ἀριστοφάνης δʼ ἐν Ἀττικαῖς φησιν Λέξεσιν· ἱμαῖος ᾠδὴ μυλωθρῶν· ἐν δὲ γάμοις ὑμέναιος· ἐν δὲ πένθεσιν ἰάλεμος. λίνος δὲ καὶ αἴλινος οὐ μόνον ἐν πένθεσιν, ἀλλὰ καὶ ἐπʼ εὐτυχεῖ μολπᾷ κατὰ τὸν Εὐριπίδην
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License