DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
1

Τὸν Διόνυσον, ἑταῖρε Τιμόκρατες, μαινόμενον οἱ πολλοὶ λέγουσιν ἀπὸ τοῦ τοὺς πλείονας ἀκράτου σπῶντας θορυβώδεις γίνεσθαι· οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ. οἶνος καὶ κένταυρον ἀγακλυτὸν Εὐρυτίωνα ὤλεσʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο, ἐς Λαπίθας ἐλθόνθʼ. δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ, μαινόμενος κάκʼ ἔρεξε δόμοις ἐνὶ Πειριθόοιο. κατιόντος γοῦν τοῦ οἴνου ἐς τὸ σῶμα, ὥς φησιν Ἡρόδοτος, ἐπαναπλέει κακὰ ἔπεα καὶ μαινόμενα. Κλέαρχός τε κωμῳδιοποιὸς ἐν Κορινθίοις φησίν· εἰ τοῖς μεθυσκομένοις ἑκάστης ἡμέρας ἀλγεῖν συνέβαινε τὴν κεφαλὴν πρὸ τοῦ πιεῖν τὸν ἄκρατον ἡμῶν, οὐδὲ εἷς ἔπινεν ἄν. νῦν δὲ πρότερόν γε τοῦ πόνου τὴν ἡδονὴν προλαμβάνοντες ὑστεροῦμεν τἀγαθοῦ. Ξενοφῶντος δὲ τὸν Ἀγησίλαον ... μέθης μὲν ἀπέχεσθαι ὁμοίως ᾤετο χρῆναι καὶ μανίας, σίτων δὲ ὑπερκαίρων ὁμοίως καὶ ἀργίας. ἀλλʼ οὐχ ἡμεῖς γε οὔτε τῶν πλεῖον πινόντων ὄντες οὔτε τῶν ἐξοίνων γινομένων πληθούσης ἀγορᾶς ἐπὶ τὰ μουσικὰ ταῦτα ἐρχόμεθα συμπόσια. καὶ γὰρ φιλεπιτιμητὴς Οὐλπιανὸς πάλιν τινὸς ἐπείληπτο εἰπόντος ἔξοινος οὔκ εἰμι, λέγων δʼ ἔξοινος ποῦ; καὶ ὃς παρʼ Ἀλέξιδι ἐν Εἰσοικιζομένῳ· ἔξοινος ἐποίει ταῦτά γε ἔφη.
Kaibel Dialogi Personae
TIMOCRATI

VLPIANVS
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License