DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
94

ἀλλʼ γε Λυσίας ἐν τῷ ἐπιγραφομένῳ λόγῳ οὑτωσὶ πρὸς Αἰσχίνην τὸν Σωκρατικὸν χρέως ἀπομνημονεύσω δʼ ἐγώ, εἰ καὶ πολλά ἐστι τὰ λεχθέντα, διὰ τὸν βρένθον ὑμῶν τὸν πολύν, φιλόσοφοι· ἄρχεται δʼ οὕτως ῥήτωρ· οὐκ ἄν ποτʼ ᾠήθην, ἄνδρες δικασταί, Αἰσχίνην τολμῆσαι οὕτως αἰσχρὰν δίκην δικάσασθαι, νομίζω δʼ οὐκ ἂν ῥᾳδίως αὐτὸν ἑτέραν ταύτης συκοφαντωδεστέραν ἐξευρεῖν. οὗτος γάρ, ἄνδρες δικασταί, ὀφείλων ἀργύριον ἐπὶ τρισὶ δραχμαῖς Σωσινόμῳ τῷ τραπεζίτῃ καὶ Ἀριστογείτονι προσελθὼν πρὸς ἐμὲ ἐδεῖτο μὴ περιιδεῖν αὐτὸν διὰ τοὺς τόκους ἐκ τῶν ὄντων ἐκπεσόντα. κατασκευάζομαι δʼ, ἔφη, τέχνην μυρεψικήν· ἀφορμῆς δὲ δέομαι, καὶ οἴσω δέ σοι ἐννέʼ ὀβολοὺς τῆς μνᾶς τόκους. καλόν γε τὸ τέλος τῆς εὐδαιμονίας τῷ φιλοσόφῳ μυρεψικὴ τέχνη ἀκόλουθός τε τῇ Σωκράτους φιλοσοφίᾳ, ἀνδρὸς τοῦ καὶ τὴν τοιαύτην χρῆσιν τῶν μύρων ἀποδοκιμάσαντος, Σόλωνος δὲ τοῦ νομοθέτου οὐδʼ ἐπιτρέποντος ἀνδρὶ τοιαύτης προίστασθαι τέχνης· διὸ καὶ Φερεκράτης ἐν Ἰπνῷ Παννυχίδι φησίν· κᾆτα μυροπωλεῖν τί παθόντʼ ἄνδρʼ ἐχρῆν καθήμενον ὑψηλῶς ὑπὸ σκιαδείῳ, κατεσκευασμένον συνέδριον τοῖς μειρακίοις ἐλλαλεῖν διʼ ἡμέρας; εἶθʼ ἑξῆς φησιν· αὐτίκʼ οὐδεὶς οὔτε μαγείραιναν εἶδε πώποτε οὔτε μὴν οὐδʼ ἰχθυοπώλαιναν. ἑκάστῳ γὰρ γένει ἁρμόζοντα δεῖν εἶναι καὶ τὰ τῆς τέχνης. ἑξῆς δὲ τούτοις ῥήτωρ τάδε λέγει. πεισθεὶς δʼ ὑπʼ αὐτοῦ τοιαῦτα λέγοντος καὶ ἅμα οἰόμενος τοῦτον Αἰσχίνην Σωκράτους γεγονότα μαθητὴν καὶ περὶ δικαιοσύνης καὶ ἀρετῆς πολλοὺς καὶ σεμνοὺς λέγοντα λόγους οὐκ ἄν ποτε ἐπιχειρῆσαι οὐδὲ τολμῆσαι ἅπερ οἱ πονηρότατοι καὶ ἀδικώτατοι ἄνθρωποι ἐπιχειροῦσι πράττειν ...
Kaibel Index Scriptorum
LYSIAS
PHERECRATES

IDOMENEVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Pherecrates

Idomeneus
Lysias

Alignment

 

Digital Athenaeus Project     Creative Commons License