DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
92

καὶ Μυρτίλος· τοῦτο δὲ ποῦ εἴρηκεν Φύλαρχος; κατανέγνων γὰρ αὐτοῦ πᾶσαν τὴν Ἱστορίαν. εἰπόντος δʼ ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ, Μυρτίλος ἔφη· εἶτʼ οὐκ ἐγὼ δικαίως πάντας ὑμᾶς τοὺς φιλοσόφους μισῶ μισοφιλολόγους ὄντας; οὓς οὐ μόνον Λυσίμαχος βασιλεὺς ἐξεκήρυξε τῆς ἰδίας βασιλείας ἀπελαύνων, ὡς Καρύστιός φησιν ἐν Ἱστορικοῖς Ὑπομνήμασιν, ἀλλὰ καὶ Ἀθηναῖοι. Ἄλεξις γοῦν ἐν Ἵππῳ φησίν· τοῦτʼ ἔστιν Ἀκαδήμεια, τοῦτο Ξενοκράτης; πόλλʼ ἀγαθὰ δοῖεν οἱ θεοὶ Δημητρίῳ καὶ τοῖς νομοθέταις, διότι τοὺς τὰς τῶν λόγων, ὥς φασι, δυνάμεις παραδιδόντας τοῖς νέοις ἐς κόρακας ἐρρίφασιν ἐκ τῆς Ἀττικῆς. καὶ Σοφοκλῆς δέ τις ψηφίσματι ἐξήλασε πάντας φιλοσόφους τῆς Ἀττικῆς, καθʼ οὗ λόγον ἔγραψε Φίλων Ἀριστοτέλους γνώριμος, ἀπολογίαν ὑπὲρ τοῦ Σοφοκλέους Δημοχάρους πεποιηκότος τοῦ Δημοσθένους ἀνεψιοῦ. καὶ Ῥωμαῖοι δʼ οἱ πάντα ἄριστοι ἐξέβαλον τοὺς σοφιστὰς τῆς Ῥώμης ὡς διαφθείροντας τοὺς νέους, ἐπεὶ οὐκ οἶδʼ ὅπως κατεδέξαντο. ἐμφανίζει δʼ ὑμῶν καὶ τὸ ἀνόητον Ἀνάξιππος κωμῳδιοποιὸς ἐν Κεραυνουμένῳ λέγων οὕτως· οἴμοι, φιλοσοφεῖς. ἀλλὰ τούς γε φιλοσόφους ἐν τοῖς λόγοις φρονοῦντας εὑρίσκω μόνον, ἐν τοῖσι δʼ ἔργοις ὄντας ἀνοήτους ὁρῶ. εἰκότως οὖν πολλαὶ τῶν πόλεων καὶ μάλιστα Λακεδαιμονίων, ὡς Χαμαιλέων φησὶν ἐν τῷ περὶ Σιμωνίδου, οὐ προσίενται οὔτε φιλοσοφίαν οὔτε ῥητορικὴν διὰ τὰς ἐν τοῖς λόγοις ὑμῶν φιλοτιμίας καὶ ἔριδας καὶ τοὺς ἀκαίρους ἐλέγχους· διʼ οὓς Σωκράτης μὲν ἀπέθανεν πρὸς τοὺς εἰς τὰ δικαστήρια ἀποκληρουμένους διαλεγόμενος περὶ τοῦ δικαίου κλεπτιστάτους ὄντας· ἀπέθανεν δὲ διὰ ταῦτα καὶ Θεόδωρος ἄθεος καὶ Διαγόρας ἐξεκηρύχθη καὶ Πρωταγόρας ἐφυγαδεύθη· ὅτε καὶ πλέων ναυαγίῳ ἐχρήσατο· Διότιμος δʼ γράψας τὰ κατʼ Ἐπικούρου βιβλία ὑπὸ Ζήνωνος τοῦ Ἐπικουρείου ἐξαιτηθεὶς ἀνῃρέθη, ὥς φησι Δημήτριος Μάγνης ἐν τοῖς Ὁμωνύμοις.
Kaibel Dialogi Personae
CYNVLCVS
MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License