DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
91

τοσαῦτα τοῦ Μυρτίλου ἑξῆς καταλέξαντος καὶ πάντων αὐτὸν ἐπὶ τῇ μνήμῃ θαυμασάντων Κύνουλκος ἔφη· πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον οὐδέν, Ἵππων ἔφη ἄθεος ἀλλὰ καὶ Ἡράκλειτος θεῖός φησι· πουλυμαθίη νόον ἔχειν οὐ διδάσκει. καὶ Τίμων δὲ ἔφη· ἐν δὲ πλατυσμὸς πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον ἄλλο. τί γὰρ ὄφελος τῶν τοσούτων ὀνομάτων, γραμματικέ, πάντων ἐπιτρῖψαι μᾶλλον σωφρονίσαι δυναμένων τοὺς ἀκούοντας. καὶ ἐὰν μέν τίς σου πύθηται τίνες ἦσαν οἱ εἰς τὸν δούρειον ἵππον ἐγκατακλεισθέντες, ἑνὸς καὶ δευτέρου ἴσως ἐρεῖς ὄνομα· καὶ οὐδὲ ταῦτʼ ἐκ τῶν Στησιχόρου, σχολῇ γάρ, ἀλλʼ ἐκ τῆς Ἀγία τοῦ Ἀργείου Ἰλίου Πέρσιδος· οὗτος γὰρ παμπόλλους τινὰς κατέλεξεν. ἀλλὰ μὴν οὐδὲ τῶν Ὀδυσσέως ἑταίρων ἔχοις ἂν οὕτως εὐρύθμως καταλέξαι τὰς προσηγορίας καὶ τίνες οἱ ὑπὸ τοῦ Κύκλωπος αὐτῶν καταβρωθέντες ὑπὸ τῶν Λαιστρυγόνων καὶ εἰ ὄντως κατεβρώθησαν· ὅστις οὖν οὐδὲ τοῦτʼ οἶδας, καίτοι συνεχῶς Φυλάρχου μνήμην ποιούμενος ὅτι ἐν ταῖς Κείων πόλεσιν οὔτε ἑταίρας οὔτε αὐλητρίδας ἰδεῖν ἔστι.
Kaibel Dialogi Personae
CYNVLCVS

MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License