DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
88

ἐπικατάφορος δὲ ὢν ποιητὴς οὗτος ἐπὶ τὰ ἄνθη καὶ ἐν Ἀλφεσιβοίᾳ φησίν· καὶ σώματος μὲν ὄψεις κατειργάζετο στίλβοντα λευκῷ χρώματι διαπρεπῆ. αἰδὼς δʼ ἐπερρύθμιζεν ἠπιώτατον ἐρύθημα λαμπρῷ προστιθεῖσα χρώματι· κόμαι δὲ κηροχρῶτος ὡς ἀγάλματος αὐτοῖσι βοστρύχοισιν ἐκπεπλασμένου ξουθοῖσιν ἀνέμοις ἐνετρύφων φορούμεναι. ἐν δὲ τῇ Ἰοῖ ἔαρος τέκνα προσηγόρευε τὰ ἄνθη· ἀνθηροῦ τέκνα ἔαρος πέριξ στρώσαντες. ἐν δὲ Κενταύρῳ, ὅπερ δρᾶμα πολύμετρόν ἐστιν, λειμῶνος τέκνα· ἔνθʼ αἳ μὲν αὐτῶν εἰς ἀπείρονα στρατὸν ἀνθέων ἄλογχον ἐστράτευσαν, ἡδοναῖς θηρώμενον ....... τὰ λειμώνων τέκνα. ἐν δὲ Διονύσῳ· χορῶν ἐραστὴς κισσός, ἐνιαυτοῦ δὲ παῖς. περὶ δὲ ῥόδων ἐν Ὀδυσσεῖ φησιν οὕτως· κόμαισιν Ὡρῶν ὄμματʼ εὐανθῆ ῥόδα εἶχον, τιθήνημʼ ἔαρος ἐκπρεπέστατον. καὶ ἐν Θυέστῃ· ῥόδʼ ὀξυφεγγῆ κρίνεσιν ἀργεννοῖς ὁμοῦ. ἐν δὲ Μινύαις· πολλὴν ὀπώραν Κύπριδος εἰσορᾶν παρῆν, ἄκραισι περκάζουσαν οἰνάνθαις χρόνου.
Kaibel Index Scriptorum
CHAEREMO

EVRIPIDES
Kaibel Dialogi Personae
MYRTILVS
Meineke Index Scriptorum
Chaeremon

Euripides

Alignment

 

Digital Athenaeus Project     Creative Commons License