DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
86

ὑμεῖς δέ, φιλόσοφοι, καὶ τῶν δελφίνων καὶ τῶν ἐλεφάντων ἐστὲ κατὰ τὴν γνώμην ἀγριώτεροι ἔτι τε ἀνημερώτεροι, καίτοι Περσαίου τοῦ Κιτιέως ἐν τοῖς Συμποτικοῖς Ὑπομνήμασιν βοῶντος καὶ λέγοντος περὶ ἀφροδισίων ἁρμοστὸν εἶναι ἐν τῷ οἴνῳ μνείαν ποιεῖσθαι· καὶ γὰρ πρὸς ταῦτα ἡμᾶς ὅταν ὑποπίωμεν ἐπιρρεπεῖς εἶναι. καὶ ἐνταῦθα τοὺς μὲν ἡμέρως τε καὶ μετρίως αὐτοῖς χρωμένους ἐπαινεῖν δεῖ, τοὺς δὲ θηριωδῶς καὶ ἀπλήστως ψέγειν. καὶ εἰ διαλεκτικοὶ συνελθόντες εἰς πότον περὶ συλλογισμῶν διαλέγοιντο, ἀλλοτρίως ἂν αὐτοὺς ὑπολάβοι τις ποιεῖν τοῦ παρόντος καιροῦ, ὅτε καὶ καλὸς κἀγαθὸς ἀνὴρ μεθυσθείη ἄν. οἱ δὲ βουλόμενοι σωφρονικοὶ εἶναι σφόδρα μέχρι τινὸς διατηροῦσιν ἐν τοῖς πότοις τὸ τοιοῦτον· εἶθʼ ὅταν παρεισδυῇ τὸ οἰνάριον, τὴν πᾶσαν ἀσχημοσύνην ἐπιδείκνυνται· καὶ πρώην ἐγένετο ἐπὶ τῶν ἐξ Ἀρκαδίας θεωρῶν πρὸς Ἀντίγονον παραγενομένων. ἐκεῖνοι τε γὰρ ἠρίστων σφόδρα σκυθρωπῶς καὶ εὐσχημόνως, ὡς ᾤοντο, οὐχ ὅτι ἡμῶν τινα προσβλέποντες, ἀλλʼ οὐδὲ ἀλλήλους. ὡς δὲ πότος προέβαινεν καὶ εἰσῆλθεν ἄλλα τε ἀκροάματα καὶ αἱ Θετταλαὶ αὗται ὀρχηστρίδες, καθάπερ αὐταῖς ἔθος ἐστίν, ἐν ταῖς διαζώστραις γυμναὶ ὠρχοῦντο, οὐκ ἔτι κατεῖχον αὑτοὺς οἱ ἄνδρες, ἀλλὰ ἐκ τῶν κλινῶν ἀνώρμων καὶ ἐβόων ὡς θαυμαστόν τι θέαμα θεώμενοι· καὶ μακάριον τὸν βασιλέα ἀπεκάλουν, ὅτι ἔξεστιν αὐτῷ τούτων ἀπολαύειν, καὶ ἕτερα τούτοις παραπλήσια πάνυ πολλὰ τῶν φορτικῶν ἐποίουν. τῶν φιλοσόφων δέ τις συμπίνων ἡμῖν εἰσελθούσης αὐλητρίδος καὶ οὔσης εὐρυχωρίας παρʼ αὐτῷ, βουλομένης τῆς παιδίσκης παρακαθίσαι οὐκ ἐπέτρεψεν, ἀλλὰ σκληρὸν αὑτὸν εἰσῆγεν. εἶθʼ ὕστερον πωλουμένης τῆς αὐλητρίδος, καθάπερ ἔθος ἐστὶν ἐν τοῖς πότοις γίνεσθαι, ἐν τε τῷ ἀγοράζειν πάνυ νεανικὸς ἦν καὶ τῷ πωλοῦντι ἄλλῳ τινὶ θᾶττον προσθέντι ἠμφισβήτει καὶ οὐκ ἔφη αὐτὸν πεπρακέναι· καὶ τέλος εἰς πυγμὰς ἦλθεν σκληρὸς ἐκεῖνος φιλόσοφος καὶ ἐν ἀρχῇ οὐδʼ ἂν παρακαθίσαι ἐπιτρέπων τῇ αὐλητρίδι. μήποτε αὐτός ἐστιν Περσαῖος περὶ τῆς αὐλητρίδος διαπυκτεύσας. φησὶν γὰρ Ἀντίγονος Καρύστιος ἐν τῷ περὶ Ζήνωνος γράφων ὧδε· Ζήνων Κιτιεὺς Περσαίου παρὰ πότον αὐλητρίδιον πριαμένου καὶ διοκνοῦντος εἰσαγαγεῖν πρὸς αὐτὸν διὰ τὸ τὴν αὐτὴν οἰκεῖν οἰκίαν, συναισθόμενος εἰσείλκυσε τὴν παιδίσκην καὶ συγκατέκλεισε τῷ Περσαίῳ. οἶδα δὲ καὶ Πολύστρατον τὸν Ἀθηναῖον, μαθητὴν δὲ Θεοφράστου, τὸν ἐπικαλούμενον Τυρρηνόν, ὅτι τῶν αὐλητρίδων τὰ ἱμάτια περιέδυεν.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Antigonus
Persaeus

Parmenio

Alignment

 

Digital Athenaeus Project     Creative Commons License