DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
82

καὶ Ἱερώνυμος δʼ Ῥόδιος ἐν τοῖς Ἱστορικοῖς Ὑπομνήμασίν φησιν ὅτι Σοφοκλῆς εὐπρεπῆ παῖδα ἔξω τείχους ἀπήγαγε χρησόμενος αὐτῷ. μὲν οὖν παῖς τὸ ἴδιον ἱμάτιον ἐπὶ τῇ πόᾳ ὑπέστρωσεν, τὴν δὲ τοῦ Σοφοκλέους χλανίδα περιεβάλοντο. μετʼ οὖν τὴν ὁμιλίαν παῖς ἁρπάσας τὸ τοῦ Σοφοκλέους χλανίδιον ᾤχετο, καταλιπὼν τῷ Σοφοκλεῖ τὸ παιδικὸν ἱμάτιον. οἷα δὲ εἰκὸς διαλαληθέντος τοῦ συμβεβηκότος Εὐριπίδης πυθόμενος καὶ ἐπιτωθάζων τὸ γεγονὸς καὶ αὐτός ποτε ἔφη τούτῳ κεχρῆσθαι τῷ παιδί, ἀλλὰ μηδὲν προσθεῖναι, τὸν δὲ Σοφοκλέα διὰ τὴν ἀκολασίαν καταφρονηθῆναι. καὶ Σοφοκλῆς ἀκούσας ἐποίησεν εἰς αὐτὸν τὸ τοιοῦτον ἐπίγραμμα, χρησάμενος τῷ περὶ τοῦ Ἡλίου καὶ Βορέου λόγῳ, καί τι πρὸς μοιχείαν αὐτοῦ παραινιττόμενος· Ἥλιος ἦν, οὐ παῖς, Εὐριπίδη, ὅς με χλιαίνων γυμνὸν ἐποίησεν· σοὶ δὲ φιλοῦντι ἑταίραν Βορρᾶς ὡμίλησε. σὺ δʼ οὐ σοφός, ὃς τὸν Ἔρωτα ἀλλοτρίαν σπείρων λωποδύτην ἀπάγεις.
Kaibel Index Scriptorum
HIERONYMVS

IO
SOPHOCLES
THEOPOMPVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Hieronymus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License