DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
78

Ἱερώνυμος δʼ περιπατητικὸς περισπουδάστους φησὶν γενέσθαι τοὺς τῶν παίδων ἔρωτας, ὅτι πολλάκις τῶν νέων ἀκμὴ καὶ τὸ πρὸς ἀλλήλους ἑταιρικὸν συμφρονῆσαν πολλὰς τυραννίδας καθεῖλεν. παιδικῶν γὰρ παρόντων ἐραστὴς πᾶν ὁτιοῦν ἕλοιτʼ ἂν παθεῖν δειλοῦ δόξαν ἀπενέγκασθαι παρὰ τοῖς παιδικοῖς. ἔργῳ γοῦν τοῦτο ἔδειξεν συνταχθεὶς Θήβησιν ὑπὸ Ἐπαμινώνδου ἱερὸς λόχος καὶ κατὰ τῶν Πεισιστρατιδῶν θάνατος ὑπὸ Ἁρμοδίου καὶ Ἀριστογείτονος γενόμενος, περὶ Σικελίαν δʼ ἐν Ἀκράγαντι Χαρίτωνος καὶ Μελανίππου ἔρως. Μελάνιππος δʼ ἦν τὰ παιδικά, ὥς φησιν Ἡρακλείδης Ποντικὸς ἐν τῷ περὶ Ἐρωτικῶν. οὗτοι φανέντες ἐπιβουλεύοντες Φαλάριδι καὶ βασανιζόμενοι ἀναγκαζόμενοί τε λέγειν τοὺς συνειδότας οὐ μόνον οὐ κατεῖπον, ἀλλὰ καὶ τὸν Φάλαριν αὐτὸν εἰς ἔλεον τῶν βασάνων ἤγαγον, ὡς ἀπολῦσαι αὐτοὺς πολλὰ ἐπαινέσαντα. διὸ καὶ Ἀπόλλων ἡσθεὶς ἐπὶ τούτοις ἀναβολὴν τοῦ θανάτου τῷ Φαλάριδι ἐχαρίσατο, τοῦτο ἐμφήνας τοῖς πυνθανομένοις τῆς Πυθίας ὅπως αὐτῷ ἐπιθῶνται· ἔχρησεν δὲ καὶ περὶ τῶν ἀμφὶ τὸν Χαρίτωνα, προτάξας τοῦ ἑξαμέτρου τὸ πεντάμετρον, καθάπερ ὕστερον καὶ Διονύσιος Ἀθηναῖος ἐποίησε ἐπικληθεὶς Χαλκοῦς ἐν τοῖς Ἐλεγείοις. ἐστὶν δὲ χρησμὸς ὅδε· εὐδαίμων Χαρίτων καὶ Μελάνιππος ἔφυ, θείας ἁγητῆρες ἐφαμερίοις φιλότατος. διαβόητα δʼ ἐστὶν καὶ τὰ ἐπὶ Κρατίνῳ τῷ Ἀθηναίῳ γενόμενα· ὃς μειράκιον ὢν εὔμορφον, Ἐπιμενίδου καθαίροντος τὴν Ἀττικὴν ἀνθρωπείῳ αἵματι διά τινα μύση παλαιά, ὡς ἱστορεῖ Νεάνθης Κυζικηνὸς ἐν βʹ περὶ Τελετῶν, ἑκὼν αὑτὸν ἐπέδωκεν Κρατῖνος ὑπὲρ τῆς θρεψαμένης· καὶ ἐπαπέθανεν ἐραστὴς Ἀριστόδημος, λύσιν τʼ ἔλαβε τὸ δεινόν. διὰ τοὺς τοιούτους οὖν ἔρωτας οἱ τύραννοι (πολέμιοι γὰρ αὐτοῖς αὗται αἱ φιλίαι) τὸ παράπαν ἐκώλυον τοὺς παιδικοὺς ἔρωτας, πανταχόθεν αὐτοὺς ἐκκόπτοντες. εἰσὶ δὲ οἳ καὶ τὰς παλαίστρας ὥσπερ ἀντιτειχίσματα ταῖς ἰδίαις ἀκροπόλεσιν ἐνεπίμπρασάν τε καὶ κατέσκαψαν· ὡς ἐποίησε Πολυκράτης Σαμίων τύραννος.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License