DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
77

ὅλως δὲ τοὺς παιδικοὺς ἔρωτας τῶν ἐπὶ ταῖς θηλείαις προκρίνουσι πολλοί. παρὰ γὰρ τὰς ἄλλας ταῖς εὐνομουμέναις πόλεσιν ἐπὶ τῆς Ἑλλάδος σπουδασθῆναι τόδε τὸ ἔθος. Κρῆτες γοῦν, ὡς ἔφην, καὶ οἱ ἐν Εὐβοίᾳ Χαλκιδεῖς περὶ τὰ παιδικὰ δαιμονίως ἐπτόηνται. Ἐχεμένης γοῦν ἐν τοῖς Κρητικοῖς οὐ τὸν Δία φησὶν ἁρπάσαι τὸν Γανυμήδην ἀλλὰ Μίνωα. οἱ δὲ προειρημένοι Χαλκιδεῖς παρʼ αὑτοῖς φασιν ἁρπασθῆναι τὸν Γανυμήδην ὑπὸ τοῦ Διὸς καὶ τὸν τόπον δεικνύντες Ἁρπάγιον καλοῦσιν, ἐν καὶ μυρρίναι διάφοροι πεφύκασιν. καὶ τὴν πρὸς Ἀθηναίους δʼ ἔχθραν διελύσατο Μίνως, καίπερ ἐπὶ θανάτῳ παιδὸς συστᾶσαν, Θησέως ἐρασθεὶς καὶ τὴν θυγατέρα τούτῳ γυναῖκα ἔδωκε Φαίδραν, ὡς Ζῆνις Ζηνεύς φησιν Χῖος ἐν τῷ περὶ τῆς πατρίδος συγγράμματι
Kaibel Index Scriptorum
ZENIS

ECHEMENES
PINDARVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Echemenes
Zenis sive Zeneus

Pindarus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License