DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
76

καὶ Ῥηγῖνος δὲ Ἴβυκος βοᾷ καὶ κέκραγεν· ἦρι μὲν αἵ τε Κυδώνιαι μηλίδες ἀρδόμεναι ῥοὰν ἐκ ποταμῶν, ἵνα παρθένων κῆπος ἀκήρατος, αἵ τʼ οἰνανθίδες αὐξόμεναι σκιεροῖσιν ὑφʼ ἕρνεσιν οἰναρέοις θαλέθοισιν· ἐμοὶ δʼ ἔρος οὐδεμίαν κατακητος ὥραν, ἅθʼ ὑπὸ στεροπᾶς φλέγων Θρηίκιος βορέας, ἀίσσων παρὰ Κύπριδος ἀζαλέαις μανίαισιν ἐρεμνὸς ἀθαμβὴς ἐγκρατέως παιδόθεν φυλάσσει ἡμετέρας φρένας. καὶ Πίνδαρος δʼ οὐ μετρίως ὢν ἐρωτικός φησιν· εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν· μὴ πρεσβυτέραν ἀριθμοῦ δίωκε, θυμέ, πρᾶξιν. διόπερ καὶ Τίμων ἐν τοῖς Σίλλοις ἔφη· ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι, καὶ μὴ ἀναμένειν ἔστʼ ἂν ἐκεῖνό τις φθέγξηται κατὰ τὸν αὐτὸν τοῦτον φιλόσοφον ἡνίκʼ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι. μνησθεὶς δὲ καὶ τοῦ Τενεδίου Θεοξένου Πίνδαρος, ὃς ἦν αὐτοῦ ἐρώμενος, τί φησιν ; χρῆν μὲν κατὰ καιρὸν ἐρώτων δρέπεσθαι, θυμέ, σὺν ἡλικίᾳ· τὰς δὲ Θεοξένου ἀκτῖνας προσώπου μαρμαριζοίσας δρακεὶς ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος σιδάρου κεχάλκευται μέλαιναν καρδίαν ψυχρᾷ φλογί, πρὸς δʼ Ἀφροδίτας ἀτιμασθεὶς ἑλικοβλεφάρου περὶ χρήμασι μοχθίζει βιαίως γυναικείῳ θράσει ψυχρὰν φορεῖται πᾶσαν ὁδὸν θεραπεύων. ἀλλʼ ἐγὼ τᾶσδʼ ἕκατι κηρὸς ὣς δαχθεὶς ἕλᾳ ἱρᾶν μελισσᾶν τήκομαι, εὖτʼ ἂν ἴδω παίδων νεόγυιον ἐς ἥβαν. ἐν δʼ ἄρα καὶ Τενέδῳ Πειθώ τʼ ἔναιεν καὶ Χάρις υἱὸν Ἀγησιλάου.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Pindarus

Aeschylus
Ibycus
Sophocles

Alignment

 

Digital Athenaeus Project     Creative Commons License