DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
75

Ἀρχύτας δʼ ἁρμονικός, ὥς φησι Χαμαιλέων, Ἀλκμᾶνα γεγονέναι τῶν ἐρωτικῶν μελῶν ἡγεμόνα καὶ ἐκδοῦναι πρῶτον μέλος ἀκόλαστον, ὄντα καὶ περὶ τὰς γυναῖκας καὶ τὴν τοιαύτην μοῦσαν εἰς τὰς διατριβάς. διὸ καὶ λέγειν ἔν τινι τῶν μελῶν· Ἔρως με δαὖτε Κύπριδος ἕκατι γλυκὺς κατείβων καρδίαν ἰαίνει. λέγει δὲ καὶ ὡς τῆς Μεγαλοστράτης οὐ μετρίως ἐρασθείς, ποιητρίας μὲν οὔσης, δυναμένης δὲ καὶ διὰ τὴν ὁμιλίαν τοὺς ἐραστὰς προσελκύσασθαι. λέγει δʼ οὕτως περὶ αὐτῆς· τοῦθʼ ἁδειᾶν Μουσᾶν ἔδειξε δῶρον μάκαιρα παρθένων ξανθὰ Μεγαλοστράτα. καὶ Στησίχορος δʼ οὐ μετρίως ἐρωτικὸς γενόμενος συνέστησε καὶ τοῦτον τὸν τρόπον τῶν ᾀσμάτων· δὴ καὶ τὸ παλαιὸν ἐκαλεῖτο παίδεια καὶ παιδικά. οὕτω δʼ ἐναγώνιος ἦν περὶ τὰ ἐρωτικὰ πραγματεία, καὶ οὐδεὶς ἡγεῖτο φορτικοὺς τοὺς ἐρωτικούς, ὥστε καὶ Αἰσχύλος μέγας ὢν ποιητὴς καὶ Σοφοκλῆς ἦγον εἰς τὰ θέατρα διὰ τῶν τραγῳδιῶν τοὺς ἔρωτας, μὲν τὸν Ἀχιλλέως πρὸς Πάτροκλον, δʼ ἐν τῇ Νιόβῃ τὸν τῶν παίδων· διὸ καὶ παιδεράστριάν τινες καλοῦσι τὴν τραγῳδίαν· καὶ ἐδέχοντο τὰ τοιαῦτα ᾄσματα οἱ θεαταί.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License