DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
73

ὑπολαμβάνων οὖν μέγαν εἶναι δαίμονα καὶ δυνατώτατον τὸν Ἔρωτα, προσέτι τε καὶ τὴν Ἀφροδίτην τὴν χρυσῆν, τὰ Εὐριπίδου ἐπὶ νοῦν λαμβάνων λέγω· τὴν Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός; ἣν οὐδʼ ἂν εἴποις οὐδὲ μετρήσειας ἂν ὅση πέφυκε κἀφʼ ὅσον διέρχεται. αὕτη τρέφει σὲ κἀμὲ καὶ πάντας βροτούς. τεκμήριον δέ, μὴ λόγῳ μόνον μάθῃς· ἔργῳ δὲ δείξω τὸ σθένος τὸ τῆς θεοῦ ἐρᾷ μὲν ὄμβρου γαῖʼ, ὅτε ξηρὸν πέδον ἄκαρπον αὐχμῷ νοτίδος ἐνδεῶς ἔχῃ. ἐρᾷ δʼ σεμνὸς οὐρανὸς πληρούμενος ὄμβρου πεσεῖν εἰς γαῖαν Ἀφροδίτης ὕπο. ὅταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν δύο, φύουσιν ἡμῖν πάντα καὶ τρέφουσʼ ἅμα, διʼ ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος. καὶ σεμνότατος δʼ Αἰσχύλος ἐν ταῖς Δαναίσιν αὐτὴν παράγει τὴν Ἀφροδίτην λέγουσαν· ἐρᾷ μὲν ἁγνὸς οὐρανὸς τρῶσαι χθόνα, ἔρως δὲ γαῖαν λαμβάνει γάμου τυχεῖν· ὄμβρος δʼ ἀπʼ εὐνάεντος οὐρανοῦ πεσὼν ἔκυσε γαῖαν· δὲ τίκτεται βροτοῖς μήλων τε βοσκὰς καὶ βίον Δημήτριον· δένδρων τις ὥρα δʼ ἐκ νοτίζοντος γάμου τέλειος ἐστί. τῶν δʼ ἐγὼ παραίτιος.
Kaibel Index Scriptorum
AESCHYLVS
EVRIPIDES

Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Aeschylus

Euripides

Alignment

 

Digital Athenaeus Project     Creative Commons License