DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
70

καὶ ἐξ Ἐρέσου δὲ τῆς ἑταίρας .... Σαπφὼ τοῦ καλοῦ Φάωνος ἐρασθεῖσα περιβόητος ἦν, ὥς φησι Νύμφις ἐν Περίπλῳ Ἀσίας Νικαρέτη δὲ Μεγαρὶς οὐκ ἀγεννὴς ἦν ἑταίρα, ἀλλὰ καὶ γονέων ... καὶ κατὰ παιδείαν ἐπέραστος ἦν, ἠκροᾶτο δὲ Στίλπωνος τοῦ φιλοσόφου. Βιλιστίχη δʼ Ἀργεία ἑταίρα καὶ αὐτὴ ἔνδοξος, τὸ γένος ἀπὸ τῶν Ἀτρειδῶν σῴζουσα, ὡς οἱ τὰ Ἀργολικὰ γράψαντες ἱστοροῦσιν. ἔνδοξος δʼ ἐστὶν καὶ Λέαινα ἑταίρα, Ἁρμοδίου ἐρωμένη τοῦ τυραννοκτονήσαντος· ἥτις καὶ αἰκιζομένη ὑπὸ τῶν περὶ Ἱππίαν τὸν τύραννον οὐδὲν ἐξειποῦσα ἐναπέθανεν ταῖς βασάνοις. Στρατοκλῆς δʼ ῥήτωρ ἐρωμένην εἶχε τὴν ἐπικληθεῖσαν Λήμην ἑταίραν, τὴν καλουμένην Παρόραμα ... διὰ τὸ καὶ δύο δραχμῶν φοιτᾶν πρὸς τὸν βουλόμενον, ὥς φησι Γοργίας ἐν τῷ περὶ Ἑταιρῶν. ἐπὶ τούτοις Μυρτίλος μέλλων σιωπᾶν ἀλλὰ μικροῦ, ἔφη, ἄνδρες φίλοι, ἐξελαθόμην ὑμῖν εἰπεῖν τήν τε Ἀντιμάχου Λυδήν, προσέτι δὲ καὶ τὴν ὁμώνυμον ταύτης ἑταίραν Λυδὴν ἣν ἠγάπα Λαμύνθιος Μιλήσιος. ἑκάτερος γὰρ τούτων τῶν ποιητῶν, ὥς φησι Κλέαρχος ἐν τοῖς Ἐρωτικοῖς, τῆς βαρβάρου Λυδῆς εἰς ἐπιθυμίαν καταστὰς ἐποίησεν μὲν ἐν ἐλεγείοις, δʼ ἐν μέλει τὸ καλούμενον ποίημα Λυδήν. παρέλιπον δὲ καὶ τὴν Μιμνέρμου αὐλητρίδα Ναννὼ καὶ τὴν Ἑρμησιάνακτος τοῦ Κολοφωνίου Λεόντιον· ἀπὸ γὰρ ταύτης ἐρωμένης αὐτῷ γενομένης ἔγραψεν ἐλεγειακὰ τρία βιβλία, ὧν ἐν τῷ τρίτῳ κατάλογον ποιεῖται ἐρωτικῶν, οὑτωσί πως λέγων·
Kaibel Dialogi Personae
MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License