DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
69

ἐνδόξους δὲ ἑταίρας καὶ ἐπὶ κάλλει διαφερούσας ἤνεγκεν καὶ Ναύκρατις· Δωρίχαν τε, ἣν καλὴ Σαπφὼ ἐρωμένην γενομένην Χαράξου τοῦ ἀδελφοῦ αὐτῆς κατʼ ἐμπορίαν εἰς τὴν Ναύκρατιν ἀπαίροντος διὰ τῆς ποιήσεως διαβάλλει ὡς πολλὰ τοῦ Χαράξου νοσφισαμένην. Ἡρόδοτος δʼ αὐτὴν Ῥοδῶπιν καλεῖ, ἀγνοῶν ὅτι ἑτέρα τῆς Δωρίχης ἐστὶν αὕτη, καὶ τοὺς περιβοήτους ὀβελίσκους ἀναθεῖσα ἐν Δελφοῖς, ὧν μέμνηται Κρατῖνος διὰ τούτων ... εἰς δὲ τὴν Δωρίχαν τόδʼ ἐποίησε τοὐπίγραμμα Ποσείδιππος, καίτοι καὶ ἐν τῇ Αἰθιοπίᾳ πολλάκις αὐτῆς μνημονεύσας. ἐστὶ δὲ τόδε· Δωρίχα, ὀστέα μὲν σὰ πάλαι κόνιν, ἕσσατο δʼ ἑσμὸς χαίτης τε μύρων ἔκπνοος ἀμπεχόνη, ποτε τὸν χαρίεντα περιστέλλουσα Χάραξον σύγχρους ὀρθρινῶν ἥψαο κισσυβίων. Σαπφῷαι δὲ μένουσι φίλης ἔτι καὶ μενέουσιν ᾠδῆς αἱ λευκαὶ φθεγγόμεναι σελίδες. οὔνομα σὸν μακαριστόν, Ναύκρατις ὧδε φυλάξει, ἔστʼ ἂν ἴῃ Νείλου ναῦς ἐφʼ ἁλὸς πελάγη. καὶ Ἀρχεδίκη δʼ ἦν ἐκ τῆς Ναυκράτεως καὶ αὐτὴ ἑταίρα καλή. φιλεῖ γάρ πως Ναύκρατις, ὡς Ἡρόδοτός φησιν, ἐπαφροδίτους ἔχειν τὰς ἑταίρας.
Kaibel Dialogi Personae
MYRTILVS

Meineke Index Scriptorum
Herodotus
Posidippus
Sappho

Nymphis

Alignment

 

Digital Athenaeus Project     Creative Commons License