DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
68

μετὰ δὲ τὴν Πυθιονίκης τελευτὴν Ἅρπαλος Γλυκέραν μετεπέμψατο καὶ ταύτην ἑταίραν, ὡς Θεόπομπος ἱστορεῖ, φάσκων ἀπειρηκέναι τὸν Ἅρπαλον μὴ στεφανοῦν ἑαυτόν, εἰ μή τις στεφανώσειε καὶ τὴν πόρνην. ἔστησέν τε εἰκόνα χαλκῆν τῆς Γλυκέρας ἐν Ῥωσσῷ τῆς Συρίας, οὗπερ καὶ σὲ καὶ αὑτὸν ἀνατιθέναι μέλλει. παρέδωκέν τε αὐτῇ κατοικεῖν ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῷ καὶ ὁρᾷ ὑπὸ τοῦ λαοῦ προσκυνουμένην καὶ βασίλισσαν προσαγορευομένην καὶ ταῖς ἄλλαις δωρεαῖς τιμωμένην, αἷς πρέπον ἦν τὴν σὴν μητέρα καὶ τὴν σοὶ συνοικοῦσαν. συνεπιμαρτυρεῖ δὲ τούτοις καὶ τὸν Ἀγῆνα τὸ σατυρικὸν δραμάτιον γεγραφώς, ὅπερ ἐδίδαξεν Διονυσίων ὄντων ἐπὶ τοῦ Ὑδάσπου τοῦ ποταμοῦ, εἴτε Πύθων ἦν Καταναῖος Βυζάντιος καὶ αὐτὸς βασιλεύς. ἐδιδάχθη δὲ τὸ δρᾶμα ἤδη φυγόντος τοῦ Ἁρπάλου ἐπὶ θάλατταν καὶ ἀποστάντος. καὶ τῆς μὲν Πυθιονίκης ὡς τεθνηκυίας μέμνηται, τῆς δὲ Γλυκέρας ὡς οὔσης παρʼ αὐτῷ καὶ τοῖς Ἀθηναίοις αἰτίας γινομένης τοῦ δωρεὰς λαμβάνειν παρὰ Ἁρπάλου, λέγων ὧδε· ἔστιν δʼ ὅπου μὲν κάλαμος πέφυχʼ ὅδε φέτωμʼ ἄορνον. οὑξ ἀριστερᾶς δʼ ὅδε πόρνης κλεινὸς ναός, ὃν δὴ Παλλίδης τεύξας κατέγνω διὰ τὸ πρᾶγμʼ αὑτοῦ φυγήν. ἐνταῦθα δὴ τῶν βαρβάρων τινὲς μάγοι ὁρῶντες αὐτὸν παγκάκως διακείμενον ἔπεισαν ὡς ἄξουσι τὴν ψυχὴν ἄνω τὴν Πυθιονίκης. Παλλίδην δʼ ἐνταῦθα ἐκάλεσε τὸν Ἅρπαλον. ἐν δὲ τοῖς ἑξῆς τῷ κυρίῳ καλέσας αὐτόν φησιν· ἐκμαθεῖν δέ σου ποθῶ μακρὰν ἀποικῶν κεῖθεν, Ἀτθίδα χθόνα τίνες τύχαι καλοῦσιν πράττουσι τί. Α. ὅτε μὲν ἔφασκον δοῦλον ἐκτῆσθαι βίον, ἱκανὸν ἐδείπνουν· νῦν δὲ τὸν χέδροπα μόνον καὶ τὸν μάραθον ἔσθουσι, πυροὺς δʼ οὐ μάλα. Β. καὶ μὴν ἀκούω μυριάδας τὸν Ἅρπαλον αὐτοῖσι τῶν Ἀγῆνος οὐκ ἐλάσσονας σίτου διαπέμψαι καὶ πολίτην γεγονέναι. Α. Γλυκέρας σῖτος οὗτος ἦν· ἔσται δʼ ἴσως αὐτοῖσιν ὀλέθρου κοὐχ ἑταίρας ἀρραβών.
Kaibel Index Scriptorum
PYTHO
THEOPOMPVS

ALEXIS
SAPPHO
Kaibel Dialogi Personae
MYRTILVS

Meineke Index Scriptorum
Alexander
Pytho
Theopompus

Alexis
Sappho

Alignment

 

Digital Athenaeus Project     Creative Commons License