DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
65

Δημήτριος δʼ Φαληρεὺς Λαμπιτοῦς τῆς Σαμίας ἑταίρας ἐρασθεὶς ἡδέως διʼ αὐτὴν καὶ Λαμπιτὼ προσηγορεύετο, ὥς φησι Δίυλλος· ἐκαλεῖτο δὲ καὶ Χαριτοβλέφαρος. Νικαρέτη δὲ ἑταίρα ἐρωμένη ἦν Στεφάνου τοῦ ῥήτορος, Λυσίου δὲ τοῦ σοφιστοῦ Μετάνειρα. ἦσαν δὲ αὗται δοῦλαι Κασίου τοῦ Ἠλείου μετὰ καὶ ἄλλων ἑταιρῶν, Ἀντείας, Στρατόλας, Ἀριστοκλείας, Φίλας, Ἰσθμιάδος, Νεαίρας. δὲ Νέαιρα ἦν Στρατοκλείδου ἐρωμένη Ξενοκλείδου τοῦ ποιητοῦ καὶ Ἱππάρχου τοῦ ὑποκριτοῦ καὶ Φρυνίωνος τοῦ Παιανιέως, ὃς ἦν Δήμωνος μὲν υἱός, Δημοχάρους δὲ ἀδελφιδοῦς. τὴν δὲ Νέαιραν εἶχον ἡμέραν παρʼ ἡμέραν διαιτητῶν γενομένων φίλων Φρυνίων καὶ Στέφανος ῥήτωρ· ὃς καὶ τὴν τῆς Νεαίρας θυγατέρα Στρυμβήλην τὴν ὕστερον Φανὼ κληθεῖσαν ὡς ἰδίαν θυγατέρα ἐξέδοτο Φράστορι τῷ Αἰγιαλεῖ, ὥς φησι Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας ὃς καὶ περὶ Σινώπης τῆς ἑταίρας τάδε λέγει· Ἀρχίαν τὸν ἱεροφάντην ἐξελεγχθέντα ἐν τῷ δικαστηρίῳ ὡς ἀσεβοῦντα καὶ θύοντα παρὰ τὰ πάτρια τὰς θυσίας ἐκολάσατε· καὶ ἄλλα τε κατηγορήθη αὐτοῦ καὶ ὅτι Σινώπῃ τῇ ἑταίρᾳ Ἁλῴοις ἐπὶ τῆς ἐσχάρας τῆς ἐν τῇ αὐλῇ Ἐλευσῖνι προσαγούσῃ ἱερεῖον θύσειεν, νομίμου ὄντος ἐν ταύτῃ τῇ ἡμέρᾳ ἱερεῖα μὴ θύειν, οὐδὲ ἐκείνου οὔσης τῆς θυσίας, ἀλλὰ τῆς ἱερείας.
Kaibel Dialogi Personae
MYRTILVS

Meineke Index Scriptorum
Demosthenes
Diyllus

Phylarchus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License