DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
62

ἀλλὰ μὴν καὶ Ἰσοκράτης τῶν ῥητόρων αἰδημονέστατος Μετάνειραν εἶχεν ἐρωμένην καὶ καλήν, ὡς Λυσίας ἱστορεῖ ἐν ταῖς Ἐπιστολαῖς Δημοσθένης δʼ ἐν τῷ κατὰ Νεαίρας τὴν Μετάνειραν τοῦ Λυσίου φησὶν ἐρωμένην εἶναι. ἥττητο δὲ καὶ Λυσίας Λαγίδος τῆς ἑταίρας, ἧς ἔγραψεν ἐγκώμιον Κέφαλος ῥήτωρ· καθάπερ καὶ Ἀλκιδάμας Ἐλαίτης Γοργίου μαθητὴς ἔγραψεν καὶ αὐτὸς ἐγκώμιον Ναίδος τῆς ἑταίρας τὴν δὲ Ναίδα ταύτην Λυσίας ἐν τῷ κατὰ Φιλωνίδου βιαίων, εἰ γνήσιος λόγος, ἐρωμένην φησὶ γενέσθαι Φιλωνίδου γράφων ὧδε· ἔστιν οὖν γυνὴ ἑταίρα Ναὶς ὄνομα, ἧς Ἀρχίας κύριός ἐστιν, δʼ Ὑμέναιος ἐπιτήδειος, Φιλωνίδης δʼ ἐρᾶν φησιν. μνημονεύει αὐτῆς καὶ Ἀριστοφάνης ἐν τῷ Γηρυτάδῃ μήποτε δὲ κἀν τῷ Πλούτῳ ἐν λέγει· ἐρᾷ δὲ Λαὶς οὐ διὰ σὲ Φιλωνίδου; γραπτέον Ναὶς καὶ οὐ Λαίς. Ἕρμιππος δʼ ἐν τῷ περὶ Ἰσοκράτους προβαίνοντά φησι τῇ ἡλικίᾳ τὸν Ἰσοκράτη ἀναλαβεῖν Λαγίσκαν τὴν ἑταίραν εἰς τὴν οἰκίαν, ἐξ ἧς καὶ γενέσθαι αὐτῷ θυγάτριον. μνημονεύει δʼ αὐτῆς Στράττις ἐν τούτοις· καὶ τὴν Λαγίσκαν τὴν Ἰσοκράτους παλλακὴν ἰδεῖν με συκάζουσαν εὐναίαν ἔτι, τόν τʼ αὐλοτρύπην αὐτόν .... καὶ Λυσίας δʼ ἐν τῷ κατὰ Λαίδος, εἰ γνήσιος λόγος, μνημονεύει αὐτῆς, καταλέγων καὶ ἄλλας ἑταίρας ἐν τούτοις· Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη καὶ ἔτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια καὶ Ἀριστόκλεια.
Kaibel Dialogi Personae
MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License