DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
60

Ἀπολλόδωρος δʼ ἐν τῷ περὶ Ἑταιρῶν δύο ἀναγράφει Φρύνας γεγονέναι, ὧν τὴν μὲν ἐπικαλεῖσθαι Κλαυσιγέλωτα, τὴν δὲ Σαπέρδιον. Ἡρόδικος δὲ ἐν ἕκτῳ Κωμῳδουμένων τὴν μὲν παρὰ τοῖς ῥήτορσί φησιν ὀνομαζομένην Σηστὸν καλεῖσθαι διὰ τὸ ἀποσήθειν καὶ ἀποδύειν τοὺς συνόντας αὐτῇ, τὴν δὲ Θεσπικήν. ἐπλούτει δὲ σφόδρα Φρύνη καὶ ὑπισχνεῖτο τειχιεῖν τὰς Θήβας, ἐὰν ἐπιγράψωσιν Θηβαῖοι ὅτι Ἀλέξανδρος μὲν κατέσκαψεν, ἀνέστησεν δὲ Φρύνη ἑταίρα, ὡς ἱστορεῖ Καλλίστρατος ἐν τῷ περὶ Ἑταιρῶν. εἴρηκεν δὲ περὶ τοῦ πλούτου αὐτῆς Τιμοκλῆς κωμικὸς ἐν Νεαίρᾳ πρόκειται τὸ μαρτύριον καὶ Ἄμφις ἐν Κουρίδι παρεσίτει δὲ τῇ Φρύνῃ Γρυλλίων εἷς ὢν τῶν Ἀρεοπαγιτῶν, ὡς καὶ Σάτυρος Ὀλύνθιος ὑποκριτὴς Παμφίλῃ. Ἀριστογείτων δὲ ἐν τῷ κατὰ Φρύνης τὸ κύριόν φησιν αὐτῆς εἶναι ὄνομα Μνησαρέτην. οὐκ ἀγνοῶ δὲ ὅτι τὸν ἐπιγραφόμενον κατʼ αὐτῆς Εὐθίου λόγον Διόδωρος περιηγητὴς Ἀναξιμένους φησὶν εἶναι. Ποσείδιππος δʼ κωμικὸς ἐν Ἐφεσίᾳ τάδε φησὶν περὶ αὐτῆς· Φρύνη ποθʼ ἡμῶν γέγονεν ἐπιφανεστάτη πολὺ τῶν ἑταιρῶν. καὶ γὰρ εἰ νεωτέρα τῶν τότε χρόνων εἶ, τόν γʼ ἀγῶνʼ ἀκήκοας. βλάπτειν δοκοῦσα τοὺς βίους μείζους βλάβας τὴν ἡλιαίαν εἷλε περὶ τοῦ σώματος ... καὶ τῶν δικαστῶν καθʼ ἕνα δεξιουμένη μετὰ δακρύων διέσωσε τὴν ψυχὴν μόλις.
Kaibel Dialogi Personae
MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License