DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
57

καὶ Οὐλπιανός, ὥσπερ ἕρμαιόν τι, ἔτι λαλοῦντος τοῦ Μυρτίλου ἔφη, εἰ ἔχομεν ἀρρενικῶς εἰρημένον τὸν τίγριν. Φιλήμονα γὰρ οἶδα τοῦτʼ εἰρηκότα ἐν Νεαίρᾳ· ὥσπερ Σέλευκος δεῦρʼ ἔπεμψε τὴν τίγριν, ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει τι ἡμᾶς παρʼ ἡμῶν ἀντιπέμψαι θηρίον τρυγέρανον· οὐ γὰρ γίγνεται τοῦτʼ αὐτόθι. πρὸς ὃν Μυρτίλος ἔφη· ἐπείπερ ἡμῖν ἐμποδὼν ἐγένου κατάλογον γυναικῶν ποιουμένοις, οὐ κατὰ τοὺς Σωσικράτους τοῦ Φαναγορείτου Ἠοίους τὸν τῶν γυναικῶν κατάλογον Νικαινέτου τοῦ Σαμίου Ἀβδηρίτου, μικρὸν ἐπισχὼν ἐπὶ τὴν παρὰ σοῦ τρέψομαι πεῦσιν, Φοῖνιξ ἄττα γεραιέ μάθε οὖν ὅτι ἀρσενικῶς εἴρηκε τὸν τίγριν Ἄλεξις ἐν Πυραύνῳ οὕτως· ἄνοιγʼ, ἄνοιγε τὴν θύραν· ἐλάνθανον πάλαι περιπατῶν ἀνδριάς, ἀλέτων ὄνος, ποτάμιος ἵππος, τοῖχος, Σελεύκου τίγρις. ἔχων δὲ καὶ ἄλλα μαρτύρια ἀνατίθεμαι τὰ νῦν, ἕως ἂν ἀπομνημονεύσω τὸν περὶ τῶν καλῶν γυναικῶν κατάλογον.
Kaibel Dialogi Personae
MYRTILVS
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License