DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
55

Ἀρίστιππος δὲ κατʼ ἔτος δύο μῆνας συνδιημέρευεν αὐτῇ ἐν Αἰγίνῃ τοῖς Ποσειδωνίοις· καὶ ὀνειδιζόμενος ὑπὸ οἰκέτου, ὅτι σὺ μὲν αὐτῇ τοσοῦτον ἀργύριον δίδως, δὲ προῖκα Διογένει τῷ κυνὶ συγκυλίεται, ἀπεκρίνατο· ἐγὼ Λαίδι χορηγῶ πολλά, ἵνα αὐτὸς αὐτῆς ἀπολαύω, οὐχ ἵνα μὴ ἄλλος. τοῦ δὲ Διογένους εἰπόντος αὐτῷ· Ἀρίστιππε, κοινῇ συνοικεῖς πόρνῃ. κύνιζε οὖν, ὡς ἐγώ, πέπαυσο καὶ Ἀρίστιππος· ἆρά γε μή τί σοι ἄτοπον δοκεῖ εἶναι, Διόγενες, οἰκίαν οἰκεῖν ἐν πρότερον ᾤκησαν ἄλλοι; οὐ γάρ ἔφη. τί δὲ ναῦν ἐν πολλοὶ πεπλεύκασιν; οὐδὲ τοῦτο ἔφη. οὕτως οὖν οὐδὲ γυναικὶ συνεῖναι ἄτοπόν ἐστιν πολλοὶ κέχρηνται. Νυμφόδωρος δʼ Συρακόσιος ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ Θαυμαζομένων ἐξ Ὑκκάρου φησὶν Σικελικοῦ φρουρίου εἶναι τὴν Λαίδα. Στράττις δʼ ἐν Μακεδόσιν Παυσανίᾳ Κορινθίαν αὐτὴν εἶναί φησιν διὰ τούτων· εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες; Β. νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δὲ Κορίνθιαι· Λαὶς μὲν ἡδὶ Μεγακλέους. Τίμαιος δʼ ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἱστοριῶν ἐξ Ὑκκάρων· καθὰ καὶ Πολέμων εἴρηκεν, ἀναιρεθῆναι φάσκων αὐτὴν ὑπό τινων γυναικῶν ἐν Θετταλίᾳ, ἐρασθεῖσάν τινος Παυσανίου Θετταλοῦ, κατὰ φθόνον καὶ δυσζηλίαν ταῖς ξυλίναις χελώναις τυπτομένην ἐν Ἀφροδίτης ἱερῷ. διὸ καὶ τὸ τέμενος κληθῆναι ἀνοσίας Ἀφροδίτης. δείκνυσθαι δʼ αὐτῆς τάφον παρὰ τῷ Πηνειῷ σημεῖον ἔχοντα ὑδρίαν λιθίνην καὶ ἐπίγραμμα τόδε· τῆσδέ ποθʼ μεγάλαυχος ἀνίκητός τε πρὸς ἀλκὴν Ἑλλὰς ἐδουλώθη κάλλεος ἰσοθέου, Λαίδος· ἣν ἐτέκνωσεν Ἔρως, θρέψεν δὲ Κόρινθος· κεῖται δʼ ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις. αὐτοσχεδιάζουσιν οὖν οἱ λέγοντες αὐτὴν ἐν Κορίνθῳ τεθάφθαι πρὸς τῷ Κρανείῳ.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License