DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
53

τοσαῦτʼ εἰπὼν μετά τινος τροχιλίας Μυρτίλος μή τι τοιοῦτοι ὑμεῖς οἱ φιλόσοφοι, ἔφη, οἱ καὶ πρὸ τῶν Ἡδονικῶν καλουμένων αὐτοὶ τὸν τῆς ἡδονῆς τοῖχον ὑποσκάπτοντες, ὥς που Ἐρατοσθένης ἔφη κἀμοὶ μὲν τὰ καλὰ τῶν ἑταιρῶν ἀποφθέγματα πεπεράνθω μέχρι τούτων· ἐπʼ ἄλλο δʼ εἶδος μεταβήσομαι λόγων. καὶ πρῶτον μὲν μνησθήσομαι τοῦ φιλαληθεστάτου Ἐπικούρου· ὅστις ἐγκυκλίου παιδείας ἀμύητος ὢν ἐμακάριζε καὶ τοὺς ὁμοίως αὐτῷ ἐπὶ φιλοσοφίαν παρερχομένους, τοιαύτας φωνὰς προιέμενος· μακαρίζω σε, οὗτος, ὅτι καθαρὸς πάσης παιδείας ἐπὶ φιλοσοφίαν ὥρμησαι. ὅθεν αὐτὸν καὶ Τίμων φησὶν γραμμοδιδασκαλίδην, ἀναγωγότατον ζωόντων. οὗτος οὖν Ἐπίκουρος οὐ Λεόντιον εἶχεν ἐρωμένην τὴν ἐπὶ ἑταιρείᾳ διαβόητον γενομένην; δὲ οὐδʼ ὅτε φιλοσοφεῖν ἤρξατο ἐπαύσατο ἑταιροῦσα, πᾶσι δὲ τοῖς Ἐπικουρείοις συνῆν ἐν τοῖς κήποις, Ἐπικούρῳ δὲ καὶ ἀναφανδόν· ὥστʼ ἐκεῖνον πολλὴν φροντίδα ποιούμενον αὐτῆς τοῦτʼ ἐμφανίζειν διὰ τῶν πρὸς Ἕρμαρχον Ἐπιστολῶν
Kaibel Dialogi Personae
MYRTILVS
Meineke Index Scriptorum
Eratosthenes

Epicurus
Theophilus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License