DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
52

καὶ Ὠκίμου δὲ τῆς ἐμῆς, ὡς σὺ φής, Κύνουλκε, καὶ Ὑπερείδης μέμνηται ἐν τῷ κατὰ Ἀρισταγόρας βʹ λέγων οὕτως· ὥστε Λαὶς μὲν δοκοῦσα τῶν πώποτε διενηνοχέναι τὴν ὄψιν καὶ Ὤκιμον καὶ Μετάνειρα ... Νικόστρατος δὲ τῆς μέσης κωμῳδίας ποιητὴς ἐν Πανδρόσῳ οὑτωσὶ λέγων· ἔπειτα τῆς αὐτῆς ὁδοῦ πρὸς Ἀερόπην ἐλθοῦσα πέμψαι στρώματα αὐτὴν κέλευε, φησί, καὶ παρʼ Ὠκίμου χαλκώματα. Μένανδρος δʼ ἐν Κόλακι τάσδε καταλέγει ἑταίρας· Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα, καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα. Φιλέταιρος ἐν Κυναγίδι· οὐχὶ Κερκώπη μὲν ἤδη γέγονʼ ἔτη τρισχίλια, δὲ Διοπείθους ἀηδὴς Τέλεσις ἕτερα μυρία; Θεολύτην δʼ οὐδʼ οἶδεν οὐδεὶς ὅτε τὸ πρῶτον ἐγένετο. οὐχὶ Λαὶς μὲν τελευτῶσʼ ἀπέθανεν βινουμένη, Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα; Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω· περὶ δὲ Ναίδος σιωπῶ· γομφίους γὰρ οὐκ ἔχει. Θεόφιλος Φιλαύλῳ· τοῦ μή ποτʼ αὐτὸν ἐμπεσεῖν εἰς Λαίδα φερόμενον Μηκωνίδʼ Σισύμβριον Βάραθρον Θάλλουσαν τούτων τινά, ὧν ἐμπλέκουσι τοῖς λίνοις αἱ μαστροποί, Ναύσιον Μαλθάκην.
Kaibel Dialogi Personae
MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License